# In Parmenidem 1785-1789

Damascius, In Parmenidem, 1785 to 1789. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/in-parmenidem/1785
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/in-parmenidem/1785

καὶ εἴδους, ὅτι ἡ ἐσχάτη ὕλη, οὐδ’ ἂν ὑπὸ τοῦ εἴδους ἀλλοιωθείη, εἰ καὶ τι δυνάμει ἐν αὐτῇ εἰδοποιεῖται ὁ ἀπὸ τοῦ οὐσίας συνόντος ἑνὸς ἐν γέγονεν. Οὐδαμῇ ἄρα ἐν τὰ ἄλλα ἔστιν, οὐδὲ ἔχειν ἐν ἑαυτοῖς ἐν οὐδέν. Ἐπιστῆσαι χρὴ ὅτι παντάπασιν ἀναιρεῖ τὸ ἐν ἀπὸ τῆς ὕλης, ἀλλ’ οὐ τὸ τι ἐν ὡς αὐτὸς ἡξίου· «οὐδὲ ὁμοία ἄρα οὐδὲ ἀνόμοια, οὔτε αὐτὰ ἔστιν τῷ ἐνὶ τὰ ἄλλα.» Ἐπίστησον ὅτι καὶ τὰ ἄλλα συγκρίνει πρὸς τὸ ἐν, ἀλλ’ ἢ μόνον πρὸς ἄλληλα, ὡς ἥπορει, «οὐδὲ ἄλλο οὐδὲν πέπονθεν τῶν τοιούτων»· καλῶς προσέθηκεν «τῶν τοιούτων», ἐπεὶ τῶν γε ἀπορρήτων ἀποφάσεων μετέχει ἢ ὕλη· «εἰ γὰρ τι τοιοῦτον πεπονθέναι ὑπομένει τὰ ἄλλα, καὶ ἑνὸς καὶ δυοῖν καὶ τριῶν, καὶ περιττοῦ καὶ ἀρτίου μεθέξει ὧν αὐτοῖς ἀδύνατον ἔφανε μετέχειν.» Ἄρα ὅπως ἐναργέστατα τὸν ἀριθμὸν ἀποφάσκει τῆς ὕλης ὡς μάλιστα αὐτὴν εἰδοποιεῖν δυνάμενον; ἔπος ἐπεὶ. οὐδὲ μίαν. ὑποδοχή. μεθέξεων αὐτοῖς. νι χείροσι ν κοιλότερα κοινότερα, καὶ] ἢ λόγος περὶ τῆς τὰ πάντα δεχομένης σώματα φύσεως. ἔχει. οὐδὲ ἀνόμοια] καὶ ἀνόμοια ἀλλ’ ἢ] ἀλλὰ. ἀριθμῷ γὰρ ἔοικεν ὁ κόσμος κατὰ τὸν ἀρχαῖον λόγον. Οὕτω δὲ ἐν ἐστὶ κοινὸν τοῦτο συμπέρασμα τῶν πέντε ὑποθέσεων· εἰ γὰρ ἐστὶ τὸ ἕν, καὶ οὐδὲν ἐστίν, ὡς ἡ πρώτη καὶ ἑπτάτη· καὶ πάντα ἐστίν, ὡς ἡ δευτέρα καὶ τετάρτη, καὶ ἐστὶν ὁμοῦ καὶ οὐκ ἐστίν, ὡς ἡ τρίτη καὶ μέση τῆς ὅλης πεμπάδος. Περὶ τῆς ΕΚΤΗΣ ὑποθέσεως. Περὶ τῆς ἕκτης ὑποθέσεως ἀρχόμενοι λέγειν ἐκεῖνο πρῶτον ζητήσωμεν πότερον κατ’ εὐθεῖαν προΐασιν ἢ κατὰ τὸ μὴ εἶναι τὸ ἕν αἱ ὑποθέσεις, ἢ ἀνακάμπλουνσιν ἐπὶ τὴν ἀρχήν αὗται μὲν εἰς τὴν τῶν ἀδυνάτων συναγωγήν, ἐκεῖναι δὲ εἰς ἄλλων πραγμάτων ἐκφάνσιν. Φανσιν. Δεύτερον δέ, τίς ὁ τῆς ἕκτης ὑποθέσεως ἀφορισθεὶς ἂν ἐν δίκῃ σκοπός. Τρίτον ἐπὶ τούτοις, ἀκριβεστέρα ἐξέτασις τοῦ ἑνὸς μὴ ὄντος καὶ αὐτὰ μαρτυρομένη τὰ τοῦ

---

Damascius, In Parmenidem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000973.
