# In Parmenidem 1801-1803

Damascius, In Parmenidem, 1801 to 1803. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/in-parmenidem/1801
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/in-parmenidem/1801

ἐξέτασιν; τοῦτο γὰρ δεύτερον προϋβαλλόμεθα· οὐδὲν γὰρ ὑπόλοιπον εἶναι δοκεῖ, ὃ καὶ εἰς τὰ ἀδύνατα περιέωσεν τοὺς φιλοσόφους. Ἄρα οὖν περὶ τοῦ ὑποκειμένου ὁ λόγος, ὡς φησιν, περὶ ὕλης ὁμοῦ, καὶ τοῦ σωματοειδοῦς ὑποκειμένου, καὶ ἀνωτέρω περὶ τοῦ πλημμελῶς καὶ ἀτάκτως κινουμένου; Αλλὰ πρῶτον μὲν οὐ διώρισται τὸ τῷ ἀπλημμελῶς καὶ ἀτάκτως κινούμενον ὡς τρίτον μετὰ τὸ δεύτερον ὑποκείμενον. Καὶ γὰρ τὸ σώματος εἶδος, οὕτω τῆς ὕλης κρατοῦν, πλημμελές ἔστιν καὶ ἄτακτον· εἶτα ἐν τῇ διακοσμήσει πρῶτον τὸ σῶμα καλύπτει τὸ τῆς ὕλης αἴσχος· ὥστε τρίτον ὑποκείμενον, ὡς γε πρὸς τὸ πλημμελὲς τὸ σῶμά ἐστιν· ἔπειτα ὁδὸς ἔστιν ἢ ὡλημμέλεια πλημμέλεια πρὸς τὸ εἶδος. Ὁ δὲ Παρμενίδης ὑποσίδασαν φύσεις ἡμῖν παρἐδίδου τὰς ἐν μέσῳ προχοπάς. Τρίτον δὲ ἐπὶ τούτοις παρέδωκεν ἤδη τὰ εἴδη καθ’ ἑαυτά, παρέδωκεν ἐφ’ ἑαυτῆς καὶ τὴν ὕλην· τὸ δὲ πλημμελὲς ἐν τῇ συμπλοκῇ, καὶ ἔτι μᾶλλον τὸ σῶμα ἤδη τεταγμένον. Διὰ τί οὖν μὴ πᾶν τὸ σύνθετον ἤδη προκεῖσθαι φήσομεν ἐν τῇ ἕκτη ὑποθέσει; (λέγω δὴ τὸ ἐκ τῶν ἄλλων συγκεείμενον, τῶν τε εἰδητικῶν καὶ τῶν ὑλικῶν τῶν εἰρημένων·) ὥστε εἶναι τὸν

---

Damascius, In Parmenidem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000973.
