# In Parmenidem 1889-1890

Damascius, In Parmenidem, 1889 to 1890. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/in-parmenidem/1889
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/in-parmenidem/1889

ἕτερον λέγεσθαι ἄλλων· καὶ ἔχει ἄν τινα πρὸς ἄλλα διαφορὰν κατὰ τὴν ἑτεροποιὸν τοῦ μὴ ὄντος δύναμιν. Προσεπιδείκνυται δὲ καὶ ὅτι γνωστόν τὸ τοιόνδε μὴ ὅν, ἄτε οὐκ ὅν τὸ μηδαμῶς <ὅν>· ἐκεῖνο γὰρ ἄγνωστον· κεῖται δὲ καὶ ἓν· οὐ γὰρ πάντῃ ἀνήρηται· ὥστε καὶ ταύτῃ γνωστόν. Διὸ ἐπήγαγεν· «εἴτε τὸ εἶναι αὐτῷ προσθήσ, εἴτε τὸ μὴ εἶναι·» ὥστε καὶ ἓν πῶς καὶ οὐχ ἓν τοῦτο τὸ ἓν μὴ ὅν. Διὸ καὶ ποτὲ μὲν αὐτὸ καλεῖ «ἓν», ποτὲ δὲ «μὴ ὅν», ποτὲ δὲ τὸ συναμφότερον, καὶ ἐπιχειρεῖ ποτὲ μὲν ἀπὸ τοῦ ἓν αὐτὸ εἶναι, ποτὲ δὲ ἀπὸ τοῦ μὴ ἓν, ποτὲ δὲ ἀπ’ ἀμφοῖν. Τούτων δὴ προδιωρισμένων ἐπάγει τὰ συμπεράσματα. Καὶ πρῶτον τὸ γνωστόν, ὅτι προχειρότατον εἰς αἴσθησιν

---

Damascius, In Parmenidem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000973.
