# In Parmenidem 1922-1924

Damascius, In Parmenidem, 1922 to 1924. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/in-parmenidem/1922
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/in-parmenidem/1922

πάνυ ἀσαφής. Ἄλλ’ ἡ μίξις αὐτή, φησίν, μεταβολὴν τινα σημαίνει. Τί τοῦτο λέγων σύμφθαρσιν ἢ συναλλοίωσιν καὶ τοῦ ὄντος πρὸς τὸ μὴ εἶναι καὶ τοῦ μὴ ὄντος πρὸς τὸ εἶναι; Οὐδέτερον ἄρα ἄκραιφνές, ἀλλὰ συμμεταβέβληται τῷ ἑτέρῳ ἕκαστερον, ἐπεὶ καὶ ἡ θεία οὐσία, οὔτε οὐσία μόνον, οὔτε μὴ οὐσία κατὰ τὸ χρεῖτλον, ἀλλὰ μῖγμα ἀμφοῖν (ὅπερ ἔστιν ἡ θεία οὐσία τὸ ὅλον τοῦτο). Ταῦτα μὲν οὖν εἴρηται μετρίως· πῶς δὲ τὸ οὕτως κατὰ τὴν οὐσιώδη μεταβολὴν εὐθὺς κινηθήσεται; ἢ τὸ ἕν τοῦτο φανταζόμενον ἕν οὐκ ἀεὶ δύναται συνέχειν τὸ ὑποκείμενον· ἢ δὲ ὅμως ἕν συνέχει μέχρι τινός. Ἄρχη ἄρα κινη- σεως αὐτοῦ ἡ φύσις· ἢ μὲν γὰρ βούλεται εἶναι ἕν, ὅδον ἔχει πρὸς τὸ εἶναι, ἢ δὲ μὴ εἶναι διηνάγκασται, πρὸς τὸ μὴ ὄν ὑπονοολεῖ· αὗται δὲ κινήσεις αἱ ἐν τῷ ὁπωσοῦν ὑφεσλάναι. Ἄλλ’ εἰ μὴ ἔστιν, ἔφη, τὸ ἕν οὐ κινεῖται, τὸ δὲ μὴ κινουμενον πῶθεν πόθεν τοῦτο αὐ ἐπιχειρῶν; ἄρα κατὰ τὴν ἀπὸ τῆς ὕλης πάρεσιν ἐπιγιγνομένη τῇ κινήσει; ἢ μᾶλλον κατὰ τὸ ἀληθινὸν καὶ μὴ ὄν τῆς κινήσεως ἐπισυμβαίνει τὸ οἷον ἄργον καὶ στάσιμον,

---

Damascius, In Parmenidem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000973.
