# In Parmenidem 1943-1944

Damascius, In Parmenidem, 1943 to 1944. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/in-parmenidem/1943
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/in-parmenidem/1943

τῶν προστεχεσίσρων ἀπέπιπλεν ἀεὶ τῶν προτέρων, ἄτε ἐπιπλέον ἀεὶ τούτων ἐκτεινομένων. Καὶ γὰρ ἡ ὕλη ζωῆς ἀποπεσοῦσα μετέχει τοῦ εἴδους. Καὶ αὐ ἕτερον μέν, ἢ τοῦ εἴδους ἔχει τὸ πλημμελὲς ἴχνος, εἶτα καὶ τούτου ἀποτυχοῦσα τὸ δυνάμει ἔχει καὶ τὴν σιέρησιν ἀπὸ τῶν πρώτων ἀρχῶν· εἶτα τοῦτο ἀπολέσασα τὸ ἐν οὐκ ἀπώλεσεν. Εἰ δὲ καὶ τοῦτο ἀπέβαλλεν, ἦν ἂν μόνον ἀπόρρητος αὐτῆς μόνης μετέχουσα τῆς μιᾶς τῶν ὅλων αἰτίας. Μήποτε δὲ τῇ μὲν συνθέσει πρὸς ὑπόστασιν χρήται καὶ γένεσιν, τῇ δὲ ἀναλύσει πρὸς φθορὰν καὶ τὸ μὴ ὂν. Ἔστι γὰρ καὶ τὸ μηδαμῶς ὂν ἢ παντελὴς διαφθορὰ ἦν ἀνάγκη κατὰ ἀνάλυσιν καὶ σκορπισμὸν γεγονέναι τοῦ ὄντος, μᾶλλον δὲ τοῦ ἑνὸς μὴ μόρια πρὸς τὸ τὸ μηδαμῶς <ὄν>. Οὐ

---

Damascius, In Parmenidem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000973.
