# In Parmenidem 1963-1964

Damascius, In Parmenidem, 1963 to 1964. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/in-parmenidem/1963
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/in-parmenidem/1963

ἄλλο καλὸν εἰκῶν ἐκείνου ἐστίν, οὐκ ὄν μὲν καλόν, ἕτερον δὲ τοιοῦτον. Διὸ καὶ τὸ ἄλλο, ὡς ἀπὸ τῆς ὑποβάσεως ἕτερον το γενόμενον, ἔχει συνοῦσαν τῷ τρόπῳ τῆς οὐσίας καὶ τὴν πρὸς ὃ λέγεται ἑτερότητα. Ὅθεν καὶ ἔδοξεν σχέσιν μόνην σημαίνειν ὡς τὸ ἕτερον· τὸ δὲ ἀληθὲς δηλοῖ μὲν τοιάδε ὄντα· σύνεσι δὲ τῷ τοιῷδε καὶ ἡ ἑτερότης· ἦν καὶ ὁ Παρμενίδης εἰς τὴν ἀπόδειξιν προχειρισάμενος, ἔδοξεν εἰς ταὐτὸν ἄγειν τὰ τε ἄλλα καὶ τὰ ἕτερα. Πρὸς τοίνυν τὸ πέμπτον οὐδὲν καινὸν ἐν τοῖσδε περὶ τῶν αἰσθητῶν ἄλλως τε καὶ τῶν ὑπὸ σελήνην διατάπεται ὁ Πλάτων, ὡς εἰδωλικῶν καὶ ψευδωνύμων, καὶ μυρίαις μεταβολαῖς ὑποκείμενον. Οὐ γὰρ καὶ ὁ ἐν Θεαιτήτῳ Σωκράτης, οὐ γὰρ καὶ ὁ ἐν τῷ Φαίδωνι,

---

Damascius, In Parmenidem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000973.
