# In Parmenidem 1990-1992

Damascius, In Parmenidem, 1990 to 1992. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/in-parmenidem/1990
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/in-parmenidem/1990

γε τὸ εἶδος ἀναμαρτόμενον. Πῶς δ’ ἂν εἴη τι καὶ ὁτιοῦν τῶν μὴ ὄντων ἐν τινὶ τῶν ὄντων ἄπερ ἐκάλεσεν ἄλλα νῦν παρὰ τὰ μὴ εἶναι ὑποκείμενα; Καὶ ἐπίστησον ὅτι καὶ κατὰ συνήθειαν ἐνίοτε τὰ ἄλλα ὀνομάζει, οὐχ ὡς ἄλλα τοῦ ἑνὸς κατὰ τὴν μέθοδον ἀντιδιηρημένα πρὸς τὸ ἕν, ἀλλ’ ὥσει καὶ τὰ αὐτὰ ὀνόμαζεν ἄλλα πρὸς τὰ ἄλλα οἷς τὰ νοητὰ πρὸς τὰ αἰσθητά· καίτοι τὰ μὲν αἰσθητὰ ἄλλα κυρίως, αὐτὰ δὲ κυρίως τὰ νοητά. Ταῦτα δὲ ἀκριβολογοῦμαι ὅτι καὶ ἐν τῷ δευτέρῳ διορισμῷ τῆς ἕκτης ὑποθέσεως ἕτερον ἐλέγομεν τῶν ἄλλων τὸ ἕν μὴ ὄν, ἄλλων λέγοντες τῶν προτέρων ἐνῶν, πρὸς δὲ τοῦτο συγκρινόμενον ἢν ἕν μὴ ὄν, ὡς ἕτερον τοῦ ἑνὸς καὶ τῶν ἄλλων ἑνάδων ἁπασῶν τῶν προειρημένων. Ἡδὴ γὰρ τι καὶ τοιούτων ἀξιοῦμεν νοεῖν; ἢ οὖν οὕτως τὰ ἄλλα νοητέον; ἢ τοῦτο μᾶλλον λέγει ὅτι τὰ ἄλλα ἃ νῦν ὑπόκειται τῶν μὴ ὄντων ἔστιν, εἴπερ τοῦ μηδενὸς ἄλλα ἔστιν. Μὴ ὄντα οὖν οὐδεμίαν ἔχει κοινωνίαν οὐδενὶ οὐδὲ πάρεστι τῶν ἄλλων τούτων τινὶ τῶν μὴ ὄντων· οὐδὲ γὰρ τὰ παρὰ τὰ ἄλλα ἔστιν, οἷον τὸ

---

Damascius, In Parmenidem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000973.
