# In Parmenidem 282-283

Damascius, In Parmenidem, 282 to 283. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/in-parmenidem/282
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/in-parmenidem/282

πρώτως] καὶ εἴδη αἰώνιον πρώτως καὶ εἰ δὲ καὶ πάντες] ἅπαντες Ἐπὶ ἔτι δὲ οὐκ οὐσίας ὁ συνοχεύς, ἀλλὰ ζωῆς καὶ νοερᾶς διακρίσεως. Διὸ τάχα ἂν εἴη ἀθανασία ἀντὶ αἰῶνος, οἷον ἀείζωια· διὸ περιφορά ὑμνῆται καὶ ἀεικίνητος, ὡς ἀειζωὴς ἡ περιφορά, καὶ ἄναρχος καὶ ἀτελεύτητος, ὡς περιφορά. Διὸ καὶ τὰς ψυχὰς περιάγει ἀπὸ τῆς περικοσμίου πάσης ζωῆς εἰς τὸν ὑπερουράνιον τόπον, ἀσημάντους καὶ πάντη κεκαθαρμένας τῆς θνητοειδοῦς ποικιλίας. Μήποτε δὲ καὶ τὸ ἀεὶ τῆς νοήσεως ἢ νοερὰ ὁλότης προβεβλήται· τὸ γὰρ νοεῖν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως τί διαφέρει τοῦ κινεῖσθαι καὶ ἴσλασθαι; τὸ μὲν γὰρ νοεῖν κινεῖσθαί ἐστιν, τὸ δὲ ὡσαύτως, ἴσλασθαι· ταῦτα δὲ σύμβολα ἢν τῆς μέσης τάξεως τῶν νοερῶν, ἐπεὶ καὶ νόησις

---

Damascius, In Parmenidem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000973.
