# In Parmenidem 333-335

Damascius, In Parmenidem, 333 to 335. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/in-parmenidem/333
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/in-parmenidem/333

καὶ ὅσα καὶ ὅση ὁλότης τὸ μόριον. Ἔτι τέταρτον εἰπεῖν, ἐκεῖ μὲν οὕτω ἐδυνάστευσεν ἡ διαιρετικὴ δύναμις, ἐνταῦθα δέ, ὅλον δι’ ὅλου νοητῶς καταδιήρηκεν τὸ ἓν ὂν· ὅθεν καὶ τὰ μέρη διαιρεῖ, καὶ τὰ τούτων μόρια, καὶ ἐπ’ ἄπειρον. Οὐκοῦν ἐφεξῆς πρὸς τὸ τρίτον ῥητέον οὐχὶ ὅτι τὸ ὂν ἐνικῶς λέγεται, ὥστε ἓν καὶ τὸ ὂν· οὐδὲ ὅτι ἕξιν τὸ ὂν, ὥστε καὶ ἓν καὶ τὸ ὂν κατὰ τὴν μέθεξιν· οὐδὲ τὸ ἓν διὰ τοῦτο ἓν, ὅτι μεθεκτόν, ὡς φησι. Πρῶτον μὲν γὰρ οὐδὲν τοῦτο ἐξαίρετον ἐπὶ τῶν νοητῶν· καὶ γὰρ πᾶς νοῦς ἕξιος τοιαῦτα ἔχει τὰ μόρια. Ἔπειτα ἢ δύο, τὰ μέρη· τὰ δὲ μέρη γεννήματα, ὡς καὶ αὐτὸς ἐνδέχεται, δύο ἂν εἴη γεννήματα τὸ ἓν καὶ τὸ ὂν· ὥστε εἴη ἂν ἓν τῷ νοητῷ οὐσία ἄνευ ἐνάδος, καὶ ἓν ἄνευ οὐσίας, εἴπερ δύο ἐγέννησεν. Εἰ γὰρ ἡ οὐσία αὕτη τῆσδε τῆς ἐνάδος ἐστίν, ἓν ἂν εἴη τὸ γέννημα τὸ ἓν ὂν. Πῶς οὖν τοῦτο μέρος; ἀεὶ γὰρ μετὰ ἄλλου τὸ μέρος· εἰ δὲ ὅτι καὶ τὸ ἓν ἀπὸ τῆς ἐνάδος, καὶ τὸ ἓν ἀπὸ

---

Damascius, In Parmenidem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000973.
