# In Parmenidem 408-409

Damascius, In Parmenidem, 408 to 409. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/in-parmenidem/408
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/in-parmenidem/408

πλῆθος οὐδὲν ἧττον ἔστι τῇ γε ἑαυτοῦ φύσει· καὶ ταύτης τῆς φύσεως μετέχον ἕκαστον εἰς τὸν ἑαυτοῦ πρόεισιν ἔσχατον μερισμόν. Τοῦτο δὴ τὸ ἄπειρον οἱ τε Θεοὶ κεκλήκασιιν ὑπέρκοσμον βυθόν, οἱ τὸν ὑπέρκοσμον πατρικὸν βυθὸν ἵστε νοοῦντες, καὶ ὁ Ἑλλήνων ἐτι Θεολόγος, ὄμβρον ἀθέσφατον καταχεῦαι τὸν Φάνητα λέγων ἀπὸ τῆς ἑαυτοῦ ἄκρας κορυφῆς. Οὐκοῦν καὶ τὸ τρίτον δὴ φανερὸν ὅτι οὐκ εἰσὶν αὗται τρεῖς ἰδιότητες, ἢ πρὸς ἄλλας ἢ πρὸς ἀλλήλας ἀντιδιηρημέναι· σοῦ γὰρ ἀντιδιαίρεσις ἔστι γεννῶντος καὶ γεννωμένου· σῶς δὲ ἰδιότητες αἱ πάντων κοινότητες τῶν ἀφανῶν τε καὶ φανερῶν διακόσμων· εἰς ἄκρον δὲ ἡνωμέναι καὶ ἐν μᾶλλον ἢ τριπλοῦν ἀποφαίνονται τὸ νοητόν, οὐκ ἂν εἶεν ἰδιότητες τρεῖς, ἀλλὰ μία μᾶλλον κοινότης, ἁπασῶν προηγουμένη τῶν κοινοτήτων. Εἰ δὲ

---

Damascius, In Parmenidem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000973.
