# In Parmenidem 459-462

Damascius, In Parmenidem, 459 to 462. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/in-parmenidem/459
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/in-parmenidem/459

τὸ ὄν, ἐπικρατοῦντα δὲ κατὰ δυαδισμόν, καὶ κατὰ τὸ ἕν ὁμοῦ, καὶ ἕτερον καὶ ὄν, κατὰ τὸ ἕν, καὶ ὄν, καὶ τοῦτό ἐστι δύο δὶς· τὰ δὲ προσλαμβάνει μὲν καὶ τὴν τοῦ τρίτου προβολήν· ἀλλ’ ἐπικρατοῦντων μᾶλλον τοῖν δυεῖν· καὶ τοῦτό ἐσλιν τὸ δὶς τρία· τὰ δὲ κατὰ τὴν μὲν προβολὴν τῶν τριῶν· ἀλλ’ ἤδη συγχρυπτομένης τῆς τῶν δυεῖν προβολῆς, ὡς δυεῖν, καὶ τοῦτό ἐσλιν τρὶς δύο· τὰ δὲ κατὰ τὴν πάντη ἴσην τῶν τριῶν προβολήν· καὶ τοῦτό ἐσλιν τὸ τρὶς τρία λεγόμενον. Πάντα ἄρα τὰ εἴδη τῶν ἀριθμῶν ἐκ τῶν ὑποκειμένων προηγάγομεν κατὰ τὸν Παρμενίδην. Χρὴ μέντοι συννοεῖν ὅτι οὐδὲ μόνα ταῦτά ἐσλιν τὰ ἐν τῇδε τῇ τάξει διακρινόμενα, ἀλλὰ ταῦτα γενικώτατα πάντων. Εἰ γὰρ πρὸ αὐτῆς τὸ ἄπειρον πλῆθος τῶν νοητῶν γεννημάτων, δῆλον ὡς ὅσα ἐκεῖ ἦνωτο, τοσαῦτα διορίζεται ἐν τῇδε τῇ τάξει. Πολλὰ ἄρα ἰδιώματα διακρίνεται ὑπὸ τῆς ἑτερότητος, καὶ ταῦτα συνιστάμενα πρὸς ἄλληλα παντοδαπῶς, τὸν ἐν τοῖς πράγμασι τέλεσον ἡμῖν ἀριθμὸν ἀποδιδωσιν. Τοσαῦτα καὶ πρὸς τὸ δεύτερον. Πρὸς γε μὴν τὸ τρίτον, σύντομος ἡ ἀπόκρισις, ἄτε τούτων διωρισμένων· ἢ ἥ τε γὰρ ἑτερότης χαρακτηρίζει τὴν τάξιν, ὡς αἰτία τοῦ ἀριθμοῦ, καὶ αὐτὸς ὁ ἀριθμὸς ὡς ἡ τάξις ὤν, καὶ ἡ διωρισμένη ὑπόστασις τῶν ἐν αὐτῇ πραγμάτων· καὶ ὡς μὲν μήτηρ ἑτερότης, ὡς δὲ τίκτουσα ἐν αὐτῇ καθ’ ἑαυτήν, καὶ μήτηρ μετὰ τῶν γεννημάτων ὁ ἀριθμός, καὶ ὡς μὲν ἰδιότητα φάναι, εἰ μὴ ἄν ἑτερότης· ὡς δὲ ὑφesiῶσα κόσμον ἑτεροῖον, ἀριθμός,

---

Damascius, In Parmenidem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000973.
