# In Parmenidem 47-51

Damascius, In Parmenidem, 47 to 51. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/in-parmenidem/47
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/in-parmenidem/47

ὑφεστώτες, οὐ μερικῶν δέ, ἀλλὰ τινα πολλῶν ἄγγελἄρχην, καὶ ὡς ἐν τούτοις πηγαιῶν. Διὸ καὶ συνάπλουνσι τοὺς μεριστοὺς νόας ταῖς οἰκείαις πηγαῖς, οὓς πηγὰς, τέλη ἄμα καὶ ἀρχὰς οἱ Χαλδαῖοι καλοῦσι· μεθ’ οὓς εἶεν ἂν οἱ ὑπεράρχιοι μερισταί, νοεροὶ θεοὶ ὄντες· μεθ’ οὓς οἱ ἄρχικοί, πλείονων ψυχῶν ἡγούμενοι· μεθ’ οὓς οἱ ἀρχαγγελικοί, ψυχικοὶ ὄντες· μεθ’ οὓς οἱ ἄζανοι, πλειόνων μερίδων· μεθ’ οὓς οἱ ζῶναιοι, τὰ ἄτομα πληρώματα τοῦ παντὸς ἤδη διαζωσάμενοι. Ταῦτα μὲν τοίνυν ἀκριβέστερον ἐξεταστέον ἐν τοῖς Χαλδαϊκοῖς. Ἐπὶ δὲ αὐ τὸ τρίτον τῶν ἐζητημένων ἰόντες λέγωμεν ὡς ἐστι μὲν ἀρχαιοπρεπεστέρα τῶν ἀπολύτων θεῶν ἡ ἰδιότης, ἀφοριζομένη τῷ ἅπλεσθαι καὶ μὴ ἀπλεσθαι, καὶ τῷ ἡμισχέτῳ τῆς προνοίας καὶ τῷ ἀζωνικῷ ὡς οὐ περιζωσαμένῳ τὰς τοῦ Παντὸς ζῶνας, τούτεστι τὰς δημιουργικὰς τῆς τέχνης τοῦ κόσμου τομάς, ἄλλως δὲ ὅμως αὐτῶν προεστώτι. Καὶ γὰρ εἶεν ὅσοι σώματος· οὕτω δὲ ἀζωνικῶς τε καὶ ἡμισχέτως, ἀπολύτως ἂν εἴη, ὥσπερ καὶ τῶν πρὸς τὸ Γ⁷. λέγομεν. καὶ τῶν σωματικῶν σοι ο τῶν τε πηγαίων πηγαίων ἐν πρὸς τὸ γ⁷. λέγομεν ἐπὶὰ κοσμοκρατόρων ἑκάστου ἔχομεν ἴδιον ἀζῶνον, ἐκδεδομένον, καὶ εἰ πολλῶν ἄμα, σχετικῶς δὲ καὶ ζωαίως, εἴη ἄν καὶ οὗτος ζωαῖος. Καὶ γὰρ ἐγκοσμίους ζωδιοκράτορας παρεῖλήφαμεν, καὶ ἐπὶ τῶν τεταρτημορίων, καὶ ἐπὶ τῶν ἡμισφαιρίων βεβῶτας. Τί δεῖ πολλά λέγειν; αὐτὸς γὰρ ὅλος ὁ κόσμος ἐγκόσμιός ἐστι Θεός, καὶ τοι πάντων περιεκτικὸς ὢν τῶν ἐγκοσμίων ζωῶν. Ἔχει μὲν οὖν ὡς λέγομεν ταῦτα κατὰ τὴν ἀρχαιοτέραν παράδοσιν· ἤδη δὲ καὶ ἡ νεωτέρα διαίρεσις ἔχει ἄν τινα λόγον· εἰ γὰρ καὶ ἑκάστου τῶν κοσμοκρατόρων εἰς ἀζῶνος, ἀλλ’ ὡς τῆς ὕλης αὐτοῦ σειρᾶς προϋστάμενος, καὶ εἴ τις ἐγκόσμιος πλειόνων μερίδων προέστηκεν, ἀλλ’ ὡς μιᾶς τῶν πλειόνων, κατὰ τὸ ἐν σῶμα τῆς Θείας περιγραφῆς· ἐτι δὲ ἄμφω συμβαίνουσιν ἀλλήλαις. Τῷ γὰρ μὴ γενέσθαι μιᾶς καὶ ἀτόμου, δύναται προεστάναι πλειόνων· καὶ πλειόνων προεστάναι δυνάμενος,

---

Damascius, In Parmenidem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000973.
