# In Parmenidem 481-483

Damascius, In Parmenidem, 481 to 483. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/in-parmenidem/481
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/in-parmenidem/481

γὰρ τὸ συνεχὲς καὶ ἐπ᾿ ἄπειρον εἶναι διαιρετόν, καὶ οὐκ ἐξ ἀδιαιρέτων, ὡς ὁ ἀριθμός. Ἀλλὰ δὴ ῥητέον ἤδη καὶ πρὸς τὸ πέμπτον. Οὐκοῦν φανερὸν ἐκ τῶν εἰρημένων ὅτι ὁ μὲν ἀριθμὸς τοιόνδε πλῆθος ἐκ διωρισμένων, καὶ ἀδιαιρέτων, καὶ συμβλητῶν, πλῆθος δὲ οὐδὲν κωλύεται εἶναι καὶ ἐκ τῶν ἐναντίων, ἐκ συνεχῶν, καὶ διαιρουμένων, καὶ ἀσυμβλήτων, οἷον τὸ πλῆθος τῶν ἀνομοίων συνεχῶν μερῶν. Ἡ μὲν γὰρ ἀνόμοια, ἀσύμβλητα· ἢ δὲ συνεχῆ καὶ ἀδιόριστα, καὶ διαιρετὰ ἐπ’ ἄπειρον. Ἔτι δὲ ὁ μὲν ἀριθμὸς ἐκ μιᾶς παντὸς μονάδος· ἀεὶ γὰρ ἐλάττων, ἕως τῆς ἐλαχίστης μονάδος· τὸ δὲ πλῆθος καὶ ἐξ ἀρχῶν ἀσυμβάτων εἶναι δύναται· οἷον, εἴ τις φαίη «τὸ δαιμόνων πλῆθος», οὐ γὰρ ἐστὶ μία πάντων μονάς, ἀλλὰ μονάδες πολλαὶ καὶ πολλοὶ ἀριθμοί. Ἔτι δὲ ἐκ τρίτων ὁ μὲν ἀριθμὸς τῇ ἑτερότητι σύνεστι, τὸ δὲ πλῆθος καὶ ἡνωμένον εἶναι πρὸς τὸ ἀσύμβλητον είληφεν εἴπερ μονὰς πρὸς τὸ καὶ συνεχῶν μερῶν πάντως ἀσυμβλήτων Φαίνη δύναται. Τὸ γοῦν ὅν πλῆθός ἔστω ἤνωμένον, ἐπειδὴ πλῆθος εὐθὺς τὸ οὐχ ἕν· τὸ δὲ ὅν, οὐχ ἕν. Τοιγαροῦν, ἵνα καὶ πρὸς τὸ ἕκτον εἴπωμεν τῶν προβληθέντων,

---

Damascius, In Parmenidem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000973.
