# In Parmenidem 516-517

Damascius, In Parmenidem, 516 to 517. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/in-parmenidem/516
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/in-parmenidem/516

χαλεπόν· καὶ ἐκτὸς τοῦ ὄντος, ὡς ἂν ἐπινοηθείη τὸ ἕν, εἰ μὴ ἄρα τὸ ἀμέθεκτον; οὐ τοῦτο δὲ ἦν τὸ στοιχεῖον τοῦ ἀριθμοῦ. Οὐ τοίνυν οὐδὲ ἄνευ ἑτερότητος, εἴπερ οὐκ ἔσται τὸ νοητὸν ἕν, ἀλλὰ τὸ διαστὰν ἀπὸ τοῦ ὄντος. Ὄλον ἄρα δι’ ὅλου, καὶ τὸ τοῦ ἀριθμοῦ εἶδος, ἀριθμός, ὡς καὶ τὸ τοῦ πλήθους πανταχῇ πλῆθος. Καὶ γὰρ ἐπὶ τῶν ἄλλων τὰ στοιχεῖα ὁμόχροα· οὐ γὰρ τὰ ἄλλων ἐν ἄλλοις εἶναι πέφυκεν οἷον τὸ ἀνθρώπου ζῷον ἐν τῷ ἵππῳ· ἄνθρωπος ἄρα καὶ τὸ ζῷον ἐν τῷ ἀνθρώπῳ οἷον ζῳικὸς ἄνθρωπος ἢ ἀνθρωπείων ζῷον. Μᾶλλον δὲ ἐννοητέον ὅτι τὰ στοιχεῖα ἡμεῖς διαιροῦμεν· ἁπλοῦν δὲ ἕκαστον εἶδος· ὁ γὰρ ἄνθρωπος μία φύσις ἀσύνθετος ὁμοῦ ζῷον οὖσα λογικόν, θνητόν, καὶ

---

Damascius, In Parmenidem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000973.
