# In Parmenidem 55-58

Damascius, In Parmenidem, 55 to 58. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/in-parmenidem/55
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/in-parmenidem/55

οἱ δὲ ὑπερκόσμιοι ἐξῃρημένην καὶ πάντῃ ἄσχετον καὶ ἐτι μειζόνως οἱ νοεροί, ἄτε οὐδὲ ὑπερκόσμιοι ἀξιοῦντες εἶναι, οὐδὲ σεμνύνονται ὅτι ὑπὲρ τὸν κόσμον, ἀλλ’ ὅτι νοεροὶ καὶ συνηνωμένοι ταῖς ψυχαῖς. Αἱ μὲν οὖν ψυχαὶ πάντα ἄπλως· οἱ δὲ νοεροὶ νοερῶς ἐξηγοῦνται τῶν μετ’ αὐτοὺς ἀπάντων· οἱ δὲ μέσοι, νοερῶς ἄμα καὶ ψυχικῶς· οἱ δὲ ὑπερκόσμιοι ψυχικῶς ἄμα καὶ φυσικῶς· οἱ δὲ ἐγκόσμιοι ἐνδεδομένον Β. μυσταγωγία] φυσικῶς. Δῆλον δὲ ὅτι τὸ φυσικόν, καὶ ψυχικόν, καὶ νοερόν, οὐ μόνον ἐπὶ τῶν οὐσιῶν νοήσομεν, ἀλλὰ καὶ ἐπὶ τῶν οἰκείων ἐνάδων. Εἰ δὴ ταῦτα οὕτως ἔχει, θαυμαστὸν οὐδὲν εἶναί τινα τοῦ κόσμου παντὸς ἐξηγουμένην ἀπόλυτον μονάδα ἀπολύτως, ὥσπερ ἡλίου τις, καὶ σελήνης τις, καὶ διτλὸν εἶναι τὸν κοσμικὸν Θεόν, ὡς τὸν ζῳδιάρχην· τὸν μὲν οἷον δεδεμένον τῷ κοσμικῷ σώματι, τὸν δὲ ἀφεῖμενον, καὶ ἀσώματον μέν, προϊστάμενον δὲ τῆς κοσμικῆς ὅλης ζωῆς. Ἐπεὶ καὶ ὅλη ἡ ἀπόλυτος δυωδεκὰς πάντα διακοσμεῖ καὶ περιπορεύεται τὸν κόσμον, ὡς ἐν τῷ Φαίδρῳ λέγεται· καὶ πρὸ τῶν ἄλλων ὁ μέγας ἡγεμὼν Ζεὺς, πλινὸν ἅρμα ἐλαύνων, πρῶτος πορεύεται διακοσμῶν πάντα καὶ ἐπιμελούμενος· ὁ μὲν δὴ λόγος ἀπαιτεῖ καὶ τοῦτο τὸ εἶδος. Ζητητέον δὲ ἐν τοῖς Χαλδαίοις εἰ καὶ παραδέδονται τινες ἄζωνοι τοιοῦτοι, ἢ ἄζωνος εἰς κοσμάρχης, οἷος ὁ ἡλίου ἄρχων· ἥτις ἐνδέδοται ζωὴν τοῦ κόσμου παντός· ἔχει γὰρ ἂν πάντως καὶ ἄζῳνον· οἱ γὰρ ἄζωνοι συναιρετικοὶ εἶναι βούλονται τῶν ζωνῶν. Οὐκ ἐπειδὴ οὖν ψυχὴ τοῦ νοῦ ἐξήρτηται, διὰ τοῦτο μερικὸς ὁ νοῦς, ἀλλ᾽ ἀνάπαλιν, ἐπειδὴ μερικός, διὰ

---

Damascius, In Parmenidem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000973.
