# In Parmenidem 581-583

Damascius, In Parmenidem, 581 to 583. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/in-parmenidem/581
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/in-parmenidem/581

καὶ τῶν ἄλλων ἀπάντων ὁ ἀριθμὸς ἐν τῇδε τῇ τάξει ἐκφαίνεται, διακρινομένων καὶ μεριζομένων ἄλλων εἰς ἄλλους Θεούς· ὡς οὖν τῶν ἀπάντων, οὕτω καὶ ὁ τῶν συνθημάτων ἀριθμὸς ἥδε ἡ τάξις ἐστίν· ἕτερον δὲ ὅτι καὶ τὰ εἴδη τοῦ ἀριθμοῦ, οὐκ ὄντα ἀριθμούμενα πράγματα, ὁμῶς προείληφεν αὐτῶν τὰς ἰδιότητας· ὅθεν καὶ πᾶν εἶδος ἀριθμὸς εἶναι λέγεται, ὡς παράδειγμα τῶν ἀπ’ αὐτοῦ προϊόντων, εἰ καὶ δι’ ἄλλας αἰτίας τοῦτό γε, ἀλλ’ ὅτι καὶ τὸ παραδειγματικὸν ἔχει ὁ ἀριθμός. Ἀλλὰ τοῦτο μὲν ὡς εἶδος ἀριθμητικόν· ὡς δὲ συναιρούμενον εἰς ἕν ὁ ἀριθμὸς σύνθημα· βούλεται γὰρ τὸ σύνθημα εἶδος εἶναι ἑνιαῖον. Οὕτω δὲ καὶ ἡ τριάς ἐν τριαδικὸν ἀμερὲς καὶ ἕκαστος ἀριθμός· ὅθεν οἱ Πυθαγόρειοι σύμβολα τῶν Θεῶν ἐποιοῦντο τὰ εἴδη τῶν ἀριθμῶν, ὅτι καὶ ἡ τοῦ ἀριθμοῦ ἑκάστου φύσις συνθηματώδης ἦν. Τρίτον δὲ ἐπὶ τούτοις ὥσπερ τὸ σύμβολον φανερὸν ἐστὶν πρᾶγμα ἀφανοῦς τινος [σύμβολον], οὕτω καὶ ὁ ἀριθμός, ἢ μὲν ἀριθμός, φανερός, ἢ δὲ περιέχει τὴν ἰδιότητα τοῦ Θεοῦ, ἀφανής, εἰ δὲ καὶ ἄλλα οὕτω σύμβολα, ἀλλὰ μάλιστα πάντων· καὶ πρῶτος γὰρ οὐσιώδης ὑπέστη, τοῦ ἑνιαίου σύνθημα

---

Damascius, In Parmenidem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000973.
