# In Parmenidem 779-781

Damascius, In Parmenidem, 779 to 781. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/in-parmenidem/779
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/in-parmenidem/779

προλάμπουσαν Β. Β πρὸς τὸ ε". Καὶ ὁ τοῦ Ὀρφέως βούλεται καὶ Φοίνικες δὲ καὶ Αἰγύπτιοι τῇδε τῇ τάξει τὸ φρουρητικὸν ἐγκατοικίζουσιν. Πῶς δὴ οὖν νοητέον τὰ τρία συμπεράσματα; τοῦτο γὰρ ἕκτον ἔστιν τῶν ζητουμένων. Αὐτὸς μὲν οὖν εἰς διερριμένας ἐπιβολὰς ἀπέβλεψεν· βέλτιον δὲ ὥσπερ τὴν οὐσίαν, οὕτω καὶ τὴν τελειότητα τριχῇ διελεῖν εἰς μένουσαν, καὶ προιοῦσαν, καὶ ἐπιστρεφομένην. Τῆς μὲν δὴ κατὰ μονὴν σύνθημα τελειότητος, τὸ ἔσχατα ἔχειν· βούλεται γὰρ τῇ οἰκείᾳ ἀκρότητι ἐνερριζῶσθαι ἡ μένουσα οὐσία· τῆς δὲ κατὰ πρόοδον, ἀρχὴ καὶ μέσον καὶ τέλος· τελειοτάτη γὰρ πρόοδος ἡ ἐν τρισὶ βήμασι τούτοις διαστραμένη· τῆς δὲ κατ’ ἐπιστροφὴν τὸ σχῆμα, ὅτι ἐπέχει μὲν τὸ σχῆμα τὴν πρόοδον, συννεύει δὲ πρὸς τὴν οἰκείαν κείαν ἀρχήν. Καὶ εἴπερ συγκλεῖον πέρας ἔστιν, ἐπιστροφὴν τῇ οὐσίᾳ πρὸς ἑαυτὴν χαρίζεται. Καὶ τῶν τριῶν τούτων τελειοτήτων ὁ μὲν πρῶτος τελετἄρχης τὴν πρώτην χαρίζεται, ὁ δὲ δεύτερος τὴν δευτέραν, ὁ δὲ τρίτος τὴν τρίτην. Πρὸς τοίνυν τὸ ἔξδομον, ὡς ἐκείνη ἡ τρίτη τῶν νοητῶν διακόσμησις εἰς ἄπειρον προέρχεται πλήθος, οὕτω καὶ αὐτὴ εἰς τὰ ἄπειρα εὐθύγραμμα σχήματα· καὶ ὡς ἐκεῖ τὸ ὅλον

---

Damascius, In Parmenidem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000973.
