# In Parmenidem 96-97

Damascius, In Parmenidem, 96 to 97. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/in-parmenidem/96
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/in-parmenidem/96

συγκρατούμενος ὑφ’ ἑαυτοῦ, εἰ καὶ μὴ ἢ σῶμα, ἀλλ’ ἢ γε τόπος· οὕτω γὰρ καὶ τὸ κέντρον ἑαυτὸ πρὸ τῶν ἄλλων ἀκίνητον ποιεῖ. ΠΕΡΙ ΤΗΣ ΔΕΥΤΕΡΑΣ ΤΑΞΕΩΣ ΤΩΝ ΝΟΗΤΩΝ. Περὶ τῆς δευτέρας τάξεως τῶν νοητῶν, δεῖ πρὸ πάντων ἐπισκέψασθαι ὅπως ὁ αἰὼν καὶ ὁλότης καὶ ζωή λέγεται. Ἐπ’ αὐτῆς ἄρα ὡς πρᾶγμα ἐν καὶ ταὐτὸν ἅπαντα, ἢ ὡς τρία μέν, συντρέχοντα δὲ ἀλλήλοις εἰς ταὐτόν, ἢ οὐδὲ συντρέχοντα ὁμοταγῶς· αὐτὸς γέ τοι ἔοικεν ἄλλοτε ἄλλως περὶ αὐτῶν διαδοξάζειν· ὡς δὲ τὸ ὅλον εἰπεῖν, εἰς ταὐτὸν μὲν ἄγει ὁλότητα καὶ αἰῶνα· τὴν δὲ ζωήν, πρῶτον μὲν εἰς ταὐτόν. Ἔπειτα χωρίζει πως· εἶναι γὰρ τὸ ὂν τῆς τριάδος. Φέρε οὖν ἴδωμεν ὅ τι λέγει. πρὸ αὐ τούτων σὴ. πῶς ὁ

---

Damascius, In Parmenidem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000973.
