# Fragmenta 1-2

Damastes Sigeensis, Fragmenta, 1 to 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damastes-sigeensis/fragmenta/1

Ὑπερβόρεοι ... Δαμάστης δ ̓ ἐν τῷ Περὶ ἐθνῶν· Ἄνω Σκυθῶν Ἰσσηδόνας οἰκεῖν, τούτων δ ̓ ἀνωτέρω Ἀριμάσπους, ἄνω δ ̓ Ἀριμασπῶν τὰ Ῥίπαια ὄρη, ἐξ ὦν τὸν βορέαν πνεῖν, χιόνα δ ̓ αὐτὰ μήποτε ἐλλείπειν· ὑπὲρ δὲ τὰ ὄρη ταῦτα Ὑπερβορέους καθήκειν εἰς τὴν ἑτέραν θάλασσαν. Εὐθὺς ἐπὶ τῶν κατὰ τὴν Προποντίδα τόπων ὁ μὲν Ὅμηρος ἀπὸ τοῦ Αἰσήπου τὴν ἀρχὴν ποιεῖται τῆς Τρωάδος· Εὔδοξος δὲ ἀπὸ Πριάπου καὶ Ἀρτάκης, τοῦ ἐν τῇ Κυζικηνῶν νήσῳ χωρίου ἀνταίροντος τῷ Πριάπῳ, συστέλλων ἐπ ̓ ἔλαττον τοὺς ὅρους· Δαμάστης δ ̓ ἔτι μᾶλλον συστέλλει ἀπὸ Παρίου· καὶ γὰρ οὗτος μὲν ἔως Λεκτοῦ προάγει· ἄλλοι δὲ ἄλλως.

---

DAMASTES SIGEENSIS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1868.tlg003.local002/.
