Ancient Greek
EXTRAITS D’ AETIUS, Chapter 2_12, Chapter 2_17
Damigeron, De lapidibus 12.17.1
Not analysed yet
Γαλακτίτης· καὶ οὗτος παραπλησίον τῷ προειρημένῳ χροιὰν ἔχων ὑπόχλωρον, γαλακτώδη χυλὸν ἀνίησι. Ἔστι δὲ σκληρότερος τῆς λευκογραφίδος κατὰ τὸ εἶδος, πολυγάλους [sic ?]δὲ ποιεῖ τὰς γυναῖκας, ἐὰν λουσάμεναι πίνωσιν ἢ μεθ’ ὕδατος ἢ μετὰ γλυκέος οἴνου τετριμμένον τὸν λίθον. Μίγνυται δὲ καὶ ταῖς ὀφθαλμικαῖς δυνάμεσι. Φασὶ δὲ αὐτὸν περιαπτόμενον τῷ τραχήλῳ ὀδοντιώντων βρεφῶν ὀδόντων ἀταλαίπωρον ἔκφυσιν παρασκευάζειν.