Ancient Greek
EXTRAITS D’ AETIUS, Chapter 2_12, Chapter 2_24
Damigeron, De lapidibus 12.24.1
Not analysed yet
Γαγάτης λίθος· θαυμάσιος οὗτος πυρὶ προσαγόμενος καὶ ἀναπτόμενος, ἔπειτα σβεννύμενος οἴνῳ· ὁ δὲ οἶνος καρδιακοῖς δίδοται εἰς ποτόν· αὐτίκα γὰρ παύονται καρδιαλγοῦντες τοῦ τε ἵδρωτος συσταλέντος καὶ διεγερθέντων τῶν σφυγμῶν. 〈Ἄλλοι δὲ χνοώδη ποιήσαντες τὸν γαγάτην λίθον ἐπὶ ἑπτὰ ἡμέρας μετ’ οἴνου δεδώκασι κωλικοῖς, καὶ τέλεον ἀπηλλάγησαν τοῦ πάθους. Ἡ μερικὴ δόσις δραχμὴ α′. Ἐξ αὐτοῦ δὲ καπνίζοντες τὸ ποτήριον ἔνθα ἐδίδουν μετ’ οἴνου ποτίζοντες. 〉Καὶ ἡ ἄσφαλτος πινομένη τὸ αὐτὸ ποιεῖ ἀπαραβάτως· διώκει δὲ καὶ θηρία θυμιώμενος καὶ ἔμμηνα ἄγει καὶ τὰ δεύτερα. Ἐλέγχει δὲ καὶ τὰς ἐπιληψίας, λύει καὶ χοιράδας λεῖος, μιγνύμενος τοῖς ἐπιτηδείοις φαρμάκοις. Θεραπεύει δὲ καὶ τὰς περὶ τοὺς δακτυλίους διαθέσεις λειότατος γενόμενος καὶ ἑψηθεὶς ὄμφακος χυλῷ εἰς τὸ τρίτον· δύναται δὲ οὗτος καὶ τἄλλα πάντα ῥεύματα 〈τοῦ σώματος〉 ἀναστέλλειν.