Ancient Greek · ~118 min
ΠΡΟΛΕΓΟΜΕΝΑ ΣΥΝ ΘΕΩΙ ΤΗΣ ΠΟΡΦΥΡΙΟΥ ΕΙΣΑΓΩΓΗΣ ΑΠΟ ΦΩΝΗΣ ΔΑΒΙΔ ΤΟΥ ΘΕΟΦΙΛΕΣΤΑΤΟΥ ΚΑΙ ΘΕΟΦΡΟΝΟΣ ΦΙΛΟΣΟΦΥ.
David the Invincible, In Porphyrii isagogen commentarium ΠΡΟΛΕΓΟΜΕΝΑ ΣΥΝ ΘΕΩΙ ΤΗΣ ΠΟΡΦΥΡΙΟΥ ΕΙΣΑΓΩΓΗΣ ΑΠΟ ΦΩΝΗΣ ΔΑΒΙΔ ΤΟΥ ΘΕΟΦΙΛΕΣΤΑΤΟΥ ΚΑΙ ΘΕΟΦΡΟΝΟΣ ΦΙΛΟΣΟΦΥ..1
Not analysed yet
<Πρᾶξις α΄>. Μέλλοντες σὺν θεῷ ἄρχεσθαι τοὐ παρόντος συγγράμματος τὰ εἰωθότα ὑπὸ τῶν ἐξηγητῶν ζητεῖσθαι κεφάλαια, ὀκτὼ τὸν ἀριθμὸν ὄντα, ζητήσωμεν. κεφάλαια δὲ ταῦτα λέγονται, διότι τὸ κῦρος παντὸς τοῦ λόγου ἐπέχουσιν· ὥσπερ γὰρ ἡ κεφαλὴ τὸ κῦρος παντὸς τοῦ ζῴου ἐπέχει, διότι αἱ αἰσθήσεις ἐν αὐτῇ εἰσιν ἢ διότι τὴν βασιλεύουσαν τῶν αἰσθήσεων, φημὶ δὴ τὴν ὅρασιν, αὐτὴ ἔχει, τὸν αὐτὸν τρόπον καὶ ταῦτα τὰ λεγόμενα κεφάλαια τὸ κῦρος παντὸς τοῦ λόγου ἐπέχουσιν. εἰσὶ δέ, ὡς εἴρηται, τὰ ὀκτὼ τὸν ἀριθμὸν κεφάλαια ταῦτα· οἷον ὁ σκοπός, τὸ χρήσιμον, τὸ γνήσιον, ἡ αἰτία τῆς ἐπι- γραφῆς, ἡ εἰς τὰ κεφάλαια διαίρεσις, ἡ τάξις, ὁ διδασκαλικὸς τρόπος καὶ ἡ ὑπὸ τί μέρος ἀναφορά. Οὐ περιττὸν δέ τι ποιοῦντες ταῦτα ζητοῦσιν, ἀλλὰ βουλόμενοι προθυμοτέρους τοὺς ἀναγινώσκοντας ἀπεργάσασθαι· καὶ γὰρ τὸν σκοπὸν ζητοῦσιν, ἐπειδὴ ὁ σκοπὸς ἐν συντόμῳ περιέχει πάντα τὰ ἐν τῷ λόγῳ λεγόμενα καὶ ἕξιν τινὰ ἐν τῷ ἀναγινώσκοντι τίθησι δῆλον ὅτι πάντα τὰ ἐν τῷ λόγῳ λεγόμενα δεῖ πρὸς τὸν σκοπὸν ἀπευθύνεσθαι]· ὁ γὰρ τὸν σκοπὸν ἀγνοῶν ὀκνηρότερος ἐπὶ τὸ σύγγραμμα ἔρχεται, ὥσπερ οἱ μακρὰν ὁδὸν ἀπιόντες καὶ ἀγνοοῦντες ποῦ ἀπέρχονται. καὶ ἁπλῶς εἰπεῖν ὁ τὸν σκοπὸν ἀγνοῶν ἔοικε τυφλῷ βαδίζοντι καὶ πολλὰ μοχθοῦντι· καὶ γὰρ ὁ τὸν σκοπὸν ἀγνοῶν οὐκ ἐπίσταται τί ἀναγινώσκει, ἀλλὰ νομίζει πάντα τὰ ἐν τῷ λόγῳ λεγόμενα μάτην λέγεσθαι εὐλόγως δὲ καὶ τὸ χρήσιμον ζητοῦσιν, ἐπειδὴ ἐὰν γινώσκῃ ἕκαστος τὸ ἐκ τοῦ συγγράμματος ἀναφυόμενον χρήσιμον, προθυμότερον ἀναγινώσκει τὸ σύγγραμμα. καὶ τὴν αἰτίαν δὲ τῆς ἐπιγραφῆς εὐλόγως ζητοῦσιν, ἐπειδὴ εἰ καὶ θέλε; ἡ ἐπιγραφὴ σύμφωνος εἶναι τῷ σκοπῷ καὶ τὸν σκοπὸν ἐν συντόμῳ περιέχειν οἷον ὥσπερ ἐπιγέγραπται Περὶ οὐρανοῦ, ἐπειδὴ περὶ οὐρανοῦ σκοπὸν ἔχει διαλαβεῖν), ἀλλ’ οὖν πολλάκις ἀσαφὴς εὑρίσκεται ἡ ἐπιγραφή, ὥσπερ Ἀριστοτέλης ἐπέγραψεν Ἀναλυτικὰ βουλόμενος Περὶ συλλογισμῶν ἐπιγράψαι, ἐπειδὴ περὶ συλλογισμῶν διαλαμβάνει ἐκεῖ. ἐπειδὴ οὖν πολλάκις ἀσαφὴς εὑρίσκεται ἡ ἐπιγραφή, εὐλόγως ζητεῖται ἡ αἰτία τῆς ἐπιγραφῆς. εὐλόγως δὲ καὶ τὸ γνήσιον ζητεῖται, ἐπειδὴ γινώσκοντες ὅτι γνήσιόν ἐστι τοῦ ἀνδρὸς τὸ σύγγραμμα διὰ τὸ ἀξίωμα τοῦ ἀνδρὸς προθυμότερον αὐτὸ ἀναγινώσκομεν· καὶ γὰρ πολλοὶ οὔκ εἰσιν ἱκανοὶ κρῖναι εἴτε καλῶς ἔχουσι τὰ |ἐν τῷ συγγράμματι λεγόμενα εἴτε οὕ, ἀλλ᾿ ἀγαπητὸν ἡγοῦνται τὸ ἀκολουθῆσαι τῇ δόξῃ τοῦ ἀνδρός. ἡ διὰ τοῦτο ζητεῖται τὸ γνήσιον, ἐπειδὴ εἰσὶ καὶ νόθα συγγράμματα. Γίνεται δὲ νόθον σύγγραμμα κατὰ τέσσαρας τρόπους· ἢ γὰρ δι’ ὁμωνυμίαν, καὶ ταύτην διττήν· ἢ γὰρ δι᾿ ὁμωνυμίαν τῶν συγγραψαμένων ἢ δι ὁμωνυμίαν τῶν συγγραμμάτων. καὶ δι’ ὁμωνυμίαν τῶν συγγραψαμένων, ὡς ὅταν εὑρεθῶσι δύο τινὲς ὁμωνύμως λεγόμενοι καὶ ποιήσῃ ὁ μὲν εἷς σύγγραμμα Περὶ ψυχῆς ὁ δὲ ἕτερος σύγγραμμα Περὶ οὐρανοῦ· τότε γὰρ διὰ τὴν ὁμωνυμίαν τῶν συγγραψαμένων νοθεία γίνεται τῶν συγγραμμάτων· νομίζεται γὰρ τὸ τούτου ἐκείνου εἶναι καὶ τὸ ἐκείνου τούτου. δι’ ὁμωνυμίαν δὲ τῶν συγγραμμάτων, ὡς ὅταν εὑρεθῶσί τινες διαφόρῳ ὀνόματι λεγόμενοι καὶ ποιήσωσιν ἀμφότεροι συγγράμματα τὸν αὐτὸν σκοπὸν ἔχοντα, οἷον ἀμφότεροι Περὶ ψυχῆς, καὶ μὴ ἐπιγράψωσι τὰ οἰκεῖα ὀνόματα ἀλλὰ μόνον τὸ τοῦ συγγράμματος ὄνομα· τότε γὰρ διὰ τὴν τῶν συγγραμμάτων ὁμωνυμίαν νοθεία γίνεται· νομίζεται γὰρ τὸ ἐκείνου τοῦ ἄλλου εἶναι καὶ τὸ τοῦ ἄλλου ἐκείνου. Κατὰ δεύτερον δὲ τρόπον γίνεται νόθον σύγγραμμα διὰ φιλοτιμίαν ἤτοι κενοδοξίαν, ὡς ὅταν τις εὑρεθῇ ἀφανὴς καὶ εὐτελὴς καὶ βουλόμενος ποιῆσαι τὸ οἰκεῖον σύγγραμμα ἀναγινώσκεσθαι ἐπιγράψῃ ὄνομα ἀρχίου καὶ ἐνδόξου ἀνδρός, ἵνα διὰ τῆς ἀξιοπιστίας τοῦ ἀνδρὸς δεκτὸν τὸ παρὸν αὐτοῦ φαίνηται σύγγραμμα. Κατὰ τρίτον δὲ τρόπον γίνεται νόθον σύγγραμμα δι’ αἰσχροκέρδειαν, ὡς ὅταν τις βουλόμενος πόρον ἑαυτῷ περιποιήσασθαι ποιήσῃ σύγγραμμα καὶ ἐπιγράψῃ ἀρχαίου τινὸς ὄνομα, ὅπερ καὶ ἐπὶ τοῦ Πεισιστράτου φασὶ γενέσθαι· καὶ γὰρ λέγουσιν ὅτι ὁ Πεισίστρατος χύδην φερομένους Ὁμήρου στίχους ἠβουλήθη συναγαγεῖν καὶ διώρισε μισθόν τινα τοῖς φέρουσιν αὐτῷ ῾Ομηρικοὺς στίχους, καὶ λοιπὸν οἱ πολλοὶ δι’ αἰσχροκέρδειαν ἐπλάττοντο στίχους καὶ ὡς ῾Ομήρου ὄντας ἐπέφερον αὐτῷ κέρδος ἐντεῦθεν προσκτωμενοι. Κατὰ τέταρτον δὲ τρόπον γίνεται νόθον σύγγραμμα δι’ εὔνοιαν τοῦ οἰκείου διδασκάλου· καὶ γὰρ πολλοὶ ποιοῦσι συγγράμματα καὶ διὰ τὴν εὔνοιαν τὴν πρὸς τὸν διδάσκαλον τὸ ὄνομα τοῦ οἰκείου διδασκάλου ἐπιγράφουσιν, ὅπερ καὶ οἱ Πυθαγόρειοι ἐποίησαν· καὶ γὰρ οὗτοι ἐποίησαν τὰ Χρυσᾶ ἔπη καὶ πρὸς τιμὴν τοῦ οἰκείου διδασκάλου ἐπέγραψαν τὸ ὄνομα αὐτοῦ. ἐπειδὴ οὖν, ὡς εἴρηται, πολλά εἰσι νόθα συγγράμματα, τούτου χάριν ἀναγκαίως ζητεῖται τὸ γνήσιον, ἵνα γνῶμεν εἰ ἄρα αὐτοῦ εἰσιν ἢ ἄλλου. Διακρίνονται δὲ τὰ γνήσια συγγράμματα τῇ τε ὕλῃ καὶ τῷ εἴδει· τῇ ὕλῃ μὲν τῇ φράσει ἤγουν ταῖς λέξεσι, τῷ εἴδει δὲ τοῦτ’ ἔστι τοῖς θεωρήμασι· καὶ γὰρ διὰ φράσεως καὶ τῶν θεωρημάτων γινώσκομεν εἰ ἄρα αὐτοῦ εἰσι ἢ οὔ· εἰ γὰρ εὕρωμεν τὴν φράσιν |καὶ τὰ θεωρήματα συνήθη τῷ ἀνδρί, γινώσκομεν ὅτι αὐτοῦ ἐστι τὸ σύγγραμμα. Εὐλόγως δὲ καὶ ἡ εἰς τὰ κεφάλαια διαίρεσις ζητεῖται, ἐπειδὴ γινώσκοντες τὰ ἐν τοῖς κεφαλαίοις λεγόμενα ἀκριβῶς τὸ ὅλον γινώσκομεν· καὶ γὰρ ὥσπερ γινώσκοντες ἐκ ποίων μερῶν συνίσταται ὁ ἄνθρωπος ἀκριβῶς τὸ ὅλον γινώσκομεν, οὕτω καὶ τὰ ἐν τοῖς κεφαλαίοις λεγόμενα γινώσκοντες ἀκριβῶς τὸ ὅλον γινώσκομεν. εὐλόγως δὲ καὶ ἡ τάξις ζητεῖται, ἵνα μὴ τὰ ὀφείλοντα πρῶτα ἀναγινώσκεσθαι τελευταῖα ἀναγνῶμεν ἢ ἐκ τοῦ ἐναντίου τὰ ὀφείλοντα τελευταῖα ἀναγινώσκεσθαι πρῶτα ἀναγνῶμεν. εὐλόγως δὲ καὶ ὁ διδασκαλικὸς τρόπος ζητεῖται, ἵνα γνῶμεν ποίῳ διδασκαλικῷ τρόπῳ κέχρηται· καὶ γάρ, ὡς ἐν τοῖς ἑξῆς μαθησόμεθα, πολλοί εἰσι διδασκαλικοὶ τρόποι. εὐλόγως δὲ καὶ ἡ ὑπὸ τί μέρος ἀναφορὰ ζητεῖται, ἵνα μὴ νομίσωμεν τὰ μὲν ὑπὸ τὸ θεωρητικὸν ἀναγόμενα ὑπὸ τὸ πρακτικὸν ἀνάγεσθαι, τὰ δὲ ὑπὸ τὸ πρακτικὸν ὑπὸ τὸ θεωρητικόν. ἐν οἷς σὺν θεῷ καὶ ἡ πρᾶξις. Πρᾶξις β΄. Μαθόντες τὰ εἰωθότα λέγεσθαι κεφάλαια ἔλθωμεν καὶ ζητήσωμεν αὐτὰ καὶ ἐπὶ τοῦ παρόντος συγγράμματος ὀκτὼ τὸν ἀριθμὸν ὄντα. ἀλλὰ πρῶτον περὶ τοῦ σκοποῦ διαλάβωμεν. ἰστέον ὅτι ὁ σκοπὸς καὶ συμπεφώνηται καὶ διαπεφώνηται· καὶ συμπεφώνηται μέν, ἐπειδὴ πάντες ὁμολογοῦσιν ὅτι σκοπὸν ἔχει περὶ τῶν πέντε φωνῶν διαλαβεῖν, τοῦτ’ ἔστι περὶ γένους περὶ εἴδους περὶ διαφορᾶς περὶ ἰδίου περὶ συμβεβηκότος. καὶ τοῦτο πιστοῦται ἐξ αὐτοῦ· καὶ γὰρ αὐτὸς λέγει ἐν τῷ προοιμίῳ ὅτι ἀναγκαῖόν ἐστιν εἰπεῖν τί γένος καὶ τί εἶδος καὶ διαφορὰ καὶ καὶ τί ἴδιον καὶ τί συμβεβηκός. διαπεφώνηται δέ, ἐπειδὴ οἱ μὲν λέγουσιν ὅτι οὐ δι’ ἄλλο τι διαλαμβάνει περὶ τῶν πέντε φωνῶν εἰ μὴ δι’ αὐτάς, τοῦτ’ ἔστι διὰ τὸ παραστῆσαι ἡμῖν τὸ ἐξ αὐτῶν ἀναφυόμενον χρήσιμον, ἕτεροι δὲ λέγουσιν ὅτι διὰ τὰς Κατηγορίας Ἀριστοτέλους διαλαμβάνει περὶ αὐτῶν· ἐπειδὴ γὰρ ὁ Ἀριστοτέλης ἐν ταῖς Κατηγορίαις περὶ πάντων τῶν ὄντων διαλαμβάνει, εἰς δὲ τὴν τῶν ὄντων διδασκαλίαν συμβάλλονται ἡμῖν αἱ φωναί διὰ γὰρ τῶν φωνῶν δηλοῦνται τὰ πράγματα), τούτου χάριν περὶ τῶν πέντε φωνῶν διαλαμβάνει. ἄλλοι δὲ λέγουσιν ὅτι διὰ τοῦτο περὶ τῶν πέντε φωνῶν διαλαμβάνει, ἐπειδὴ αἱ πέντε φωναὶ συμβάλλονται ἡμῖν εἰς πᾶσαν φωνὴν ὑπὸ τὴν φιλοσοφίαν οὖσαν· ὥσπερ γὰρ οἱ γραμματικοὶ ἐπενόησαν τὰ ὀκτὼ μέρη τοῦ λόγου ὑφ’ ἃ πᾶσα λέξις Ἑλληνικὴ 1 ἀνάγεται, καὶ ὥσπερ οἱ ῥήτορες ἐπενόησαν τὰς δεκατρεῖς στάσεις ὑφ’ ἃς πᾶν πολιτικὸν ζήτημα ἀνάγεται, καὶ ὥσπερ ὁ Ἀριστοτέλης ἐπενόησε τὰς δέκα κατηγορίας ὑφ’ ἃς πάντα τὰ ὄντα ἀνάγονται, οὕτω καὶ πᾶσα φωνὴ ὑπὸ τὴν φιλοσοφίαν οὖσα ὑπὸ τὰς πέντε φωνὰς ἀνάγεται· ἢ γὰρ γένος ἐστὶν ἢ εἶδος ἢ διαφορὰ ἢ ἴδιον ἢ συμβεβηκός. Ὅτι γὰρ πέντε εἰσὶν αἱ φωναί, δείκνυται ἐκ διαιρέσεως τοιαύτης· ἡ φωνὴ διττή ἐστιν· ἢ γὰρ ἔναρθρός ἐστιν ἢ ἄναθρος. |καὶ ἔναρθρος μὲν ἡ ἐκ διανοίας προβαλλομένη ὥσπερ ἡ τοῦ ἀνθρώπου, ἄναρθρος δὲ ὥσπερ ἡ τῶν ἀλόγων ζῴων καὶ ὁ ἦχος ὁ ἀπὸ λίθου ἢ ξύλου γινόμενος. καὶ ἑκατέρα δὲ τούτων διττή ἐστιν· ἢ γὰρ σημαντική ἐστιν ἢ ἀσήμαντος. καὶ ἔναρθρος μὲν καὶ σημαντικὴ ὥσπερ ἐπὶ τοῦ ἄνθρωπος καὶ ἵππος· αὗται γὰρ καὶ ἔναρθροί εἰσι, καθὸ ἀνθρώπων εἰσὶ φωναί, καὶ σημαντικαί, καθὸ κατὰ πραγμάτων τίθενται. ἔναρθρος δὲ ἀσήμαντος ὡς ἐπὶ τοῦ ἱπποκένταυρος· τοῦτο γὰρ ἀσήμαντόν ἐστιν, ἐπειδὴ οὐ τίθεται κατὰ πράγματος· οὔτε γὰρ ἔστιν ἱπποκένταυρος. ἄναρθρος δὲ καὶ σημαντικὴ ὡς ἐπὶ τῆς ὑλακῆς τῶν κυνῶν· αὕτη γὰρ καὶ ἄναρθρός ἐστι, καθὸ οὐκ ἔστιν ἀνθρώπου φωνή, καὶ σημαντική, καθὸ δηλοῖ παρουσίαν ἢ ξένου ἢ φίλου. ἄναρθρος δὲ καὶ ἀσήμαντος ὡς ἐπὶ τοῦ ἤχου τοῦ ἐκ λίθου ἢ ξύλου γινομένου· αὕτη γὰρ ἡ φωνὴ ἀσήμαντὸς ἐστιν· οὔτε γὰρ τίθεται κατὰ πράγματος. Τούτων οὖν οὕτως ἐχόντων οἱ φιλόσοφοι περὶ τῆς ἀνάρθρου φωνῆς οὐ διαλαμβάνουσιν οὕτε δὲ περὶ τῆς ἐνάρθρου καὶ ἀσημάντου φωνῆς· οὗτοι γὰρ περὶ πράγματα καταγινόμενοι τῶν σημαινομένων φροντίζουσι. περὶ τούτων δὲ τοῖς γραμματικοῖς μελέτω· οὗτοι γὰρ ὡς περὶ φωνὰς καταγινόμενοι οὐ πάνυ τῶν σημαινομένων φροντίζουσι. περὶ δὲ τῆς ἐνάρθρου καὶ σημαντικῆς φωνῆς διαλαμβάνουσιν οἱ φιλόσοφοι, καὶ περὶ ταύτης οὐ πάσης· ἰστέον γὰρ ὅτι ἡ ἔναρθρος καὶ σημαντικὴ φωνὴ διττή ἐστιν· ἢ γὰρ μερική ἐστιν ἢ καθόλου. καὶ μερικὴ μέν, ὡς ὅταν εἴπωμεν ῾Σωκράτης᾿ ῾Πλάτων᾿ ταῦτα γὰρ μερικά εἰσι), καθόλου δέ, ὡς ὅταν εἴπωμεν ῾ἄνθρωπος᾿ ῾ἵππος᾿. ταῦτα γὰρ καθόλου εἰσι. περὶ οὖν τῆς μερικῆς οὐ διαλαμβάνουσιν, ἐπειδὴ τὰ μερικὰ ἀόριστα καὶ ἀπερίληπτά εἰσιν, ἀλλὰ περὶ τῆς καθόλου διαλαμβάνουσιν. Αὕτη οὖν ἡ ἔναρθρος καὶ σημαντικὴ καθόλου φωνὴ διττή ἐστιν· ἢ γὰρ οὐσιώδης ἐστὶν ἢ ἐπουσιώδης. ἐπουσιῶδες δὲ λέγεται τὸ ἐπὶ τῆς οὐσίας ὄν. ἑκάτερον δὲ τούτων διττόν ἐστιν· καὶ γὰρ τὸ ἐπουσιῶδες διττόν ἐστιν· ἢ γὰρ μιᾷ φύσει ἁρμόζει ἢ πολλαῖς φύσεσι. καὶ εἰ μὲν πολλαῖς φύσεσιν ἁρμόζει, γίνεται τὸ κοινῶς συμβεβηκός, ὅπερ διττόν ἐστιν· ἢ γὰρ χωριστόν ἐστιν |ἢ ἀχώριστον. καὶ χωριστὸν μέν ἐστιν ὡς ἐπὶ τοῦ κινεῖσθαι τοῦτο γὰρ χωριστὸν συμβεβηκός ἐστι· δύναται γάρ τις μὴ ἀεὶ κινεῖσθαι, ἀλλὰ δύναται καὶ ἠρεμεῖν. τοῦτο δὲ πολλαῖς φύσεσιν ἁρμόζει· καὶ γὰρ παντὶ ζῴῳ παρέτεται τὸ κινεῖσθαι), ἀχώριστον δὲ ὡς τὸ λευκὸν τοῦ κύκνου καὶ τὸ μέλαν τοῦ κόρακος· ταῦτα γὰρ ἀχώριστα συμβεβηκότα εἰσίν· οὔτε γὰρ ὁ κύκνος δύναται μὴ εἶναι λευκὸς οὔτε ὁ κόραξ δύναται μὴ εἶναι μέλας. ταῦτα δὲ πολλαῖς φύσεσιν ἁρμόζει· οὐ μόνον γὰρ ὁ κόραξ ἐστὶ μέλας ἀλλὰ καὶ ὁ Αἰθίοψ, καὶ πάλιν οὐ μόνον ὁ κύκνος ἐστὶ λευκὸς ἀλλὰ καὶ ἡ χιὼν καὶ τὸ ψιμύθιον. εἰ δὲ μιᾷ φύσει ἁρμόζει, γίνεται τὸ ἴδιον ἐπουσιῶδες, ὡς ὅτ εἴπωμεν τοῦ μὲν ἀνθρώπου ἴδιόν εἶναι τὸ γελαστικὸν τοῦ δὲ ἵππου τὸ χρεμετιστικόν. ὅθεν καὶ ἴδια λέγονται παρὰ τὸ ἰδίως μιᾷ φύσει ὑπάρχειν· καὶ γὰρ μόνῳ τῷ ἀνθρώπῳ παρέπεται τὸ γελᾶν καὶ μόνῳ ἰῷ ἵππῳ τὸ χρεμετίζειν. Καὶ τὸ οὐσιῶδες δὲ πάλιν διττόν ἐστιν· ἢ γὰρ μιᾷ φύσει ἁρμόζει ἢ πολλαῖς φύσεσι. καὶ εἰ μὲν πολλαῖς φύσεσιν ἁρμόζει, ἢ ἐν τῷ τί ἐστι κατηγορεῖται καὶ γίνεται τὸ γένος ἐρωτώμενοι γὰρ τί ἐστιν ἄνθρωπος τὸ γένος ἀποκρινόμεθα λέγοντες ῾ζῷον᾿, ὅπερ πολλαῖς ἁρμόζει φύσεσιν· οὐ μόνον γὰρ ὁ ἄνθρωπος ζῷον ἀλλὰ καὶ ὁ ἵππος καὶ ὁ κύων καὶ ὁ βοῦς), ἢ ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορεῖται καὶ γίνεται ἡ διαφορά· ἐρωτώμενοι γὰρ ὁποῖόν τί ἐστιν ἄνθρωπος λέγομεν ὅτι λογικόν, τὴν διαφορὰν ἀποκρινόμενοι. τοῦτο δὲ πολλαῖς φύσεσιν ἁρμόζει· οὐ μόνον γὰρ ὁ ἄνθρωπός ἐστι λογικόν, ἀλλὰ καὶ ἄγγελος καὶ δαίμων. εἰ δὲ μιᾷ φύσει ἁρμόζει, ἢ πάλιν ἐν τῷ τί ἐστι κατηγορεῖται καὶ γίνεται τὸ εἶδος ἐρωτώμενοι γὰρ τί ἐστι Σωκράτης καὶ λέγοντες ὅτι ἄνθρωπος τὸ εἶδος ἀποκρινόμεθα. τοῦτο δὲ μιᾷ φύσει ἁρμόζει· μόνοις γὰρ τοῖς ἀνθρώποις ἁρμόζει ἡ τοῦ ἀνθρώπου φωνή), ἢ ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορεῖται καὶ γίνεται τὸ ουσιωδες ιοιον, οἶον ὡς ὅταν ἐρωτώμενοι ὁποῖόν τί ἐστιν ὁ ἄνθρωπος εἴπωμεν ῾νοῦ καὶ ἐπιστήμης δεκτικόν᾿. τοῦτο γὰρ ἰδίως μόνῳ τῷ ἀνθρώπῳ πρόσεστιν. Πέντε οὖν οὐσῶν τῶν φωνῶν, ὡς ἐδίδαξεν ἡ διαίρεσις ἔστι γὰρ γένος εἶδος διάφορά ἴδιον συμβεβηκός), πέντε εἰσὶ καὶ οἱ τρόποι τῶν κατηγοριῶν τῶν Φωνῶν, τοῦτ’ ἔστι πέντε τρόποι εἰσὶν οἱ κατὰ τῶν φωνῶν τούτων φερόμενοι· ἔστι γὰρ τί ἐστιν, ὁποῖόν τί ἐστιν, ὁποῖόν ἐστι καὶ ποῖον ἐστι καὶ πῶς ἔχει. καὶ τὸ μὲν γένος καὶ τὸ εἶδος ἐν τῷ τί ἐστι κατηγοροῦνται ἐρωτώμενοι γὰρ τί ἐστι τὸ προσιὸν ἢ ἄνθρωπος λέγομεν ἢ ζῷον, καὶ ἰδοὺ τὸ μὲν ζῷον γένος ἐστὶ τὸ δὲ ἄνθρωπος εἶδος), ἡ δὲ διαφορὰ καὶ τὸ ἴδιον οὐσιῶδες ἐν τῷ ὁποῖόν τί ἐστι κατηγοροῦνται ἐρωτώμενοι γὰρ ὁποῖον τί ἐστι τὸ προσιὸν ἢ λογικὸν λέγομεν ἢ νοῦ καὶ ἐπιστήμης δεκτικόν, καὶ ἰδοὺ τὸ μὲν λογικὸν διαφορά ἐστι τὸ δὲ νοῦ καὶ ἐπιστήμης δεκτικὸν ἴδιον οὐσιῶδες), τὸ δὲ ἴδιον ἐπουσιῶδες ἐν τῷ ὁποῖόν ἐστι κατηγορεῖται (ἐρωτώμενοι γὰρ ὁποῖόν ἐστιν ὁ ἄνθρωπος λέγομεν γελαστικὸν καὶ ὁποῖόν ἔστιν ὁ ἵππος λέγομεν χρεμετιστικόν), τὸ δὲ ἀχώριστον συμβεβηκὸς ἐν τῷ ποῖόν ἐστι κατηγορεῖται ἐρωτώμενοι γὰρ ποῖόν ἐστιν ὁ κόραξ λέγομεν μέλαν καὶ ποῖόν ἐστι κύκνος λέγομεν λευκόν), τὸ δὲ χωριστὸν συμβεβηκὸς ἐν τῷ πῶς ἔχει κατηγορεῖται· ἐρωτώμενοι γὰρ πῶς ἔχει Σωκράτης λέγομεν ὅτι ὑγιαίνει ἢ κινεῖται. δέδεικται οὖν ὅτι πέντε εἰσὶν αἱ φωναί· ἔστι γὰρ γένος εἶδος διαφορὰ ἴδιον καὶ συμβεβηκός. καὶ πέντε τρόποι οἱ κατὰ τῶν φωνῶν τούτων φερόμενοι· ἔστι γὰρ τί ἐστιν, ὁποῖόν τί ἐστιν, ὁποῖόν ἐστι, ποῖόν ἐστι καὶ πῶς ἔχει. Ἀποροῦσι δέ τινες λέγοντες ὅτι οὐκ εἰσὶ μόναι πέντε φωναὶ ἀλλὰ καὶ ἕξ· ἔστι γὰρ γένος εἶδος διαφορὰ συμβεβηκὸς ἴδιον οὐσιῶδες καὶ ἴδιον ἐπουσιῶδες. πρὸς οὗς ἔστιν εἰπεῖν ὅτι περὶ φωνῶν ἐστιν ὁ λόγος, μία δὲ φωνή ἐστι τὸ ἴδιον οὐσιῶδες καὶ τὸ ἴδιον ἐπουσιῶδες· εἴτε γὰρ οὐσιῶδές ἐστιν εἴτε ἐπουσιῶδες, ἴδιον λέγεται. ἐπεὶ κατὰ τοῦτον τὸν λόγον πλείονες τῶν ἓξ φωνῶν εἰσιν· ἔστι γὰρ συμβεβηκὸς χωριστόν, ἔστι δὲ καὶ ἀχώριστον, ἀλλὰ μία φωνή ἐστι καὶ τὸ χωριστὸν συμβεβηκὸς καὶ τὸ ἀχώριστον· εἴτε γὰρ χωριστόν ἐστιν εἴτε ἀχώριστον, συμβεβηκὸς λέγεται. ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι οὐσιῶδες μέν ἐστιν ὃ παρὸν μὲν σώζει ἀπὸν δὲ φθείρει, ὡς ἐπὶ τοῦ λογικοῦ· τοῦτο γὰρ οὐσιωδῶς πρόσεστι τῷ ἀνθρώπῳ· παρὸν μὲν γὰρ σώζει τὸν ἄνθρωπον, ἀπὸν δὲ φθείρει αὐτόν· οὐ δύναται γὰρ ἄνθρωπος χωρὶς τοῦ λογικοῦ εἶναι. ἐπουσιῶδες δέ ἐστιν ὃ οὔτε παρὸν σώζει οὔτε ἀπὸν φθείρει, ὡς ἐπὶ τοῦ λευκοῦ· τοῦτο γὰρ οὔτε παρὸν σώζει τὸν ἄνθρωπον οὔτε ἀπὸν φθείρει· ἐνδέχεται γὰρ τὸν ἄνθρωπον καὶ εἶναι λευκὸν καὶ μὴ εἶναι καὶ ὅμως συνίστασθαι. τὸ δὲ λευκὸν τοῦ κύκνου καὶ τὸ μέλαν τοῦ Αἰθίοπος ἀχώριστά εἰσι συμβεβηκότα· οὔτε γὰρ κύκνον ἐνδέχεται μὴ εἶναι λευκὸν οὔτε Αἰθίοπα μὴ εἶναι μέλανα. ταῦτα ἔχομεν εἰπεῖν περὶ τοῦ σκοποῦ. ἐν οἷς καὶ ἡ δευτέρα πρᾶξις. Πρᾶξις γ΄. Μαθόντες τὸν σκοπὸν τοῦ παρόντος συγγράμματος ἔλθωμεν ἐπὶ τὸ χρήσιμον. ἰστέον ὅτι τὸ χρήσιμον τοῦ παρόντος συγγράμματος τριττόν ἐστι· χρησιμεύει γὰρ καὶ εἰς τὰς Κατηγορίας Ἀριστοτέλους καὶ εἰς πᾶσαν τὴν φιλοσοφίαν καὶ εἰς τὰς διαλεκτικὰς μεθόδους. καὶ εἰς μὲν τὰς Κατηγορίας Ἀριστοτέλους χρησιμεύει, ὅτι ἐν ταῖς Κατηγορίαις διδάσκει ἡμᾶς ὁ Ἀριστοτέλης περὶ τῶν δέκα γενικωτάτων γενῶν, διδάσκει δὲ ἡμᾶς ἐν τῷ παρόντι συγγράμματι τί ἐστι γένος καὶ πάλιν ὅτι τὰ γένη |τῶν εἰδῶν εἰσι γένη καὶ διὰ τῶν διαφορῶν διαιροῦνται εἰς τὰ εἴδη· καὶ γὰρ τὸ ζῷον, ὅπερ ἐστὶ γένος, διὰ τῶν διαφορῶν, φημὶ δὲ διὰ τοῦ λογικοῦ καὶ τοῦ ἀλόγου, διαιρεῖται εἰς τὰ εἴδη, οἷον εἰς τὸ λογικὸν ζῷον καὶ εἰς τὸ ἄλογον ζῷον. διδάσκει δὲ ἡμᾶς ἐν τῷ παρόντι συγγράμματι καὶ τί ἐστιν εἶδος καὶ τί ἐστι διαφορά. καὶ πάλιν ἐπειδὴ τὰ γενικώτατα γένη ὅρους οὐκ ἐπιδέχονται ὁ γὰρ ὅρος ἀπὸ γένους· καὶ συστατικῶν διαφορῶν σύγκειται, οἷον ὁ ἄνθρωπός ἐστι ζῶον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν· ἰδοὺ τὸ μὲν ζῷον γένος ἐστὶν αἱ δὲ λοιπαὶ συστατικαὶ διαφοραί. τὰ δὲ γενικώτατα γένη οὐκ ἔχουσιν ὑπεραναβεβηκὸς γένος τὸ ὀφεῖλον τεθῆναι ἐν τῷ ὅρῳ· τούτου χάριν οὐκ ἐπιδέχονται ὅρον, ἀλλὰ διὰ ἰδίου δηλοῦνται), διδάσκει δὲ] ἡμάς ἐν τῷ παρόντι συγγράμματι τί ἐστιν ἴδιον. καὶ πάλιν ἐπεὶ τὰ πολλὰ τῶν δέκα γενικωτάτων γενῶν συμβεβηκότα εἰσὶν οἷον τὸ ποιὸν καὶ τὸ ποσόν, διδάσκει ἡμᾶς ἐν τῷ παρόντι συγγράμματι τί ἐστι συμβεβηκός. Δέδεικται οὖν ὅτι χρησιμεύει τὸ παρὸν σύγγραμμα εἰς τὰς Ἀριστοτέ- λους Κατηγορίας. εἰς πᾶσαν δὲ τὴν φιλοσοφίαν χρησιμεύει τὸ παρὸν σύγγραμμα οὕτως· εἰ ἄρα αἱ Ἀριστοτέλους Κατηγορίαι εἰς πᾶσαν τὴν φιλοσοφίαν συμβάλλονται εἰσαγωγαὶ γάρ εἰσι τῆς φιλοσοφίας καὶ δι’ αὐτῶν πάντα τὰ ὄντα διδασκόμεθα), συμβάλλεται δὲ ἡ παροῦσα πραγματεία εἰς τὰς Ἀριστοτέλους Κατηγορίας, ὡς δέδεικται, δῆλον ὅτι διὰ μέσου τῶν κατημαθόντες γοριῶν συμβάλλεται ἡμῖν τὸ παρὸν σύγγραμμα καὶ εἰς πᾶσαν τὴν φιλοσοφίαν. συμβάλλεται δέ, ὡς εἴρηται, τὸ παρὸν σύγγραμμα καὶ εἰς τὰς διαλεκτικὰς μεθόδους. ἀλλὰ πρῶτον εἴπωμεν διὰ τί λέγονται διαλεκτικαὶ μέθοδοι καὶ πόσι εἰσὶ καὶ τὴν τάξιν αὐτῶν, καὶ οὕτω λέγωμεν πῶς συμβάλλεται τὸ παρὸν σύγγραμμα καὶ εἰς τὰς διαλεκτικὰς μεθόδους. Ἰστέον δὲ ὅτι διαλεκτικαὶ ἐλέγοντο, ἐπειδὴ ἐν τῷ διαλέγεσθαι ἀνεφαίνοντο· ἐν γὰρ τῷ διαλέγεσθαι καὶ διῄρουν καὶ ὡρίζοντο καὶ ἀποδείξεσιν ἐκέχρηντο καὶ τῇ ἀναλύσει. εἰσὶ δὲ τέσσαρες αἱ διαλεκτικαὶ μέθοδοι· ἐστι γὰρ διαιρετικὴ ὁριστικὴ ἀποδεικτικὴ ἀναλυτική. καὶ διαιρετικῆς μὲν ἔργον ἐστὶ τὸ λαμβάνειν τὰ γένη καὶ διαιρεῖν αὐτὰ εἰς εἴδη, ὁριστικῆς δὲ ἔργον ἐστὶ τὸ ὁρίζεσθαι τὰ πράγματα, ἀποδεικτικῆς δὲ τὸ ἀποδείξεσι πιστοῦσθαι τὰ λεγόμενα. ἔστι δὲ ἡ πίστις τριττή· ἢ γὰρ ἐκ τῶν καθόλου τὰ μερικὰ πιστοῦνται ἢ ἐκ τῶν μερικῶν τὰ καθόλου ἢ ἐκ τοῦ ἴσου τὸ ἴσον. καὶ ἡνίκα μὲν ἐκ τῶν καθόλου τὰ μερικὰ κανονίζονται, λέγεται ἀπόδειξις, οἷον ὡς ὅταν βουλόμενοι δεῖξαι ὅτι ὁ ἄνθρωπος ἔμψυχός ἐστιν ἐκ τῶν καθόλου τοῦτο πιστωσώμεθα λέγοντες ὅτι ὁ ἄνθρωπος ζῷόν ἐστι, πᾶν ζῷον ἔμψυχόν ἐστιν, ὁ ἄνθρωπος ἄρα ἔμψυχός ἐστιν᾿. ἡνίκα δὲ ἐκ τῶν μερικῶν τὰ καθόλου κανονίζομεν, λέγεται ἐπαγωγή, οἷον ὡς ὅταν βουλόμενοι δεῖξαι ὅτι πᾶν |ζῷον τὴν κάτω γένυν κινεῖ ἐκ τῶν μερικῶν τοῦτο πιστωσώμεθα λέγοντες ὅτι 6 ἄνθρωπος τὴν κάτω γένυν κινεῖ, ὁ ἵππος τὴν κάτω γένυν κινεῖ, πᾶν ζῷον ἄρα τὴν κάτω γένυν κινεῖ᾿. ἡνίκα δὲ ἐκ τοῦ ἴσου τὸ ἴσον κανονίζομεν, λέγεται τὸ τοιοῦτον παράδειγμα οἷον ὡς ἐπὶ τοῦ Διονυσίου· βουλόμενος γάρ τις μὴ δοθῆναι τῷ Διονυσίῳ στρατὸν εἰσέρχεται καὶ κέχρηται παραδείγματι τῷ Πεισιστράτῳ λέγων ὅτι ‘μὴ δῶμεν τῷ Διονυσίῳ στρατόν, ἵνα μὴ τυραννήσῃ ὡς ὁ Πεισίστρατος᾿. ἰστέον δὲ ὅτι εἷς κυρίως τρόπος ἐστὶν ἀποδείξεως ὁ ἀπὸ τῶν καθόλου τὰ μερικὰ κανονίζων· οὗτος γὰρ ὄντως ἀναγκαίως ἔχει· ὁ γὰρ λόγος ὁ κανονίζων ἀπὸ τῶν καθόλου τὰ μερικὰ ἀναγκαίως ἀληθεύει· ἀνάγκη γὰρ πᾶσα τὸν ἄνθρωπον, εἴ γε ζῷόν ἐστιν, ὁμοίως πᾶσι τοῖς ζῴοις ἔμψυχον εἶναι. ὁ δὲ κανονίζων ἀπὸ τῶν μερικῶν τὰ καθόλου οὐκ ἔστι κυρίως τρόπος ἀποδείξεως, ἐπειδὴ οὐ δύναταί τις πᾶσι τοῖς μερικοῖς ἐπεξελθεῖν ἀπείροις καὶ ἀπεριλήπτοις οὖσιν, ἵνα κανονίσῃ ἐκ τῶν μερικῶν τὰ καθόλου. ἄλλως τε δὲ οὗτε ἀληθεύει πάντως ὁ λόγος ὁ ἐκ τῶν μερικῶν τὰ καθόλου κανονίζων· τὸ γὰρ λέγειν ὅτι ῾ὁ ἄνθρωπος τὴν κάτω γένυν κινεῖ, ὁ ἵππος τὴν κάτω γένυν κινεῖ, πᾶν ἄρα ζῷον τὴν κάτω γένυν κινεῖ᾿ οὐκ ἀληθεύει· οὔτε γὰρ ὁ κροκόδειλος οὔτε ὁ φοῖνιξ τὸ ὄρνεον οὔτε ὁ δελφὶν τὴν κάτω γένυν κινοῦσιν, ἀλλὰ τὴν ἄνω. ἀλλ’ οὔτε δὲ ὁ ἐκ τοῦ ἴσου τὸ ἴσον κανονίζων ἐστὶ κυρίως τρόπος ἀποδείξεως· οὐδὲ γὰρ πάντως ἀληθεύει· οὔτε γὰρ εἰ ὁ Πεισίστρατος ἐτυράννησε, πάντως καὶ ὁ Διονύσιος τυραννήσει, οὔτε εἰ πλεύσας τις ἐναυάγησε, πάντως καὶ ἄλλος πλέων ναυαγήσει. Ἀναλυτικῆς δὲ ἔργον ἐστὶ τὸ διαλύειν τι εἰς ἐκεῖνα, ἐξ ὧν καὶ συνίσταται, οἷον ὡς ὅταν λαμβάνων τις τὸν ἄνθρωπον διαλύῃ αὐτὸν εἰς χεῖρας καὶ πόδας καὶ κεφαλὴν καὶ σάρκας καὶ ὀστέα, καὶ ταῦτα ἀναλύῃ εἰς τὰ τέσσαρα στοιχεῖ, ἐξ ὧν καὶ σύγκειται, καὶ τὰ τέσσαρα στοιχεῖα εἰς ὕλην καὶ εἰς εἶδος, ἐξ ὧν καὶ συνίσταται. ἰστέον δὲ ὅτι ἄλλο ἐστὶ διάλυσις καὶ ἄλλο ἀνάλυσις· ἡ μὲν γὰρ διάλυσις ἐπὶ τῶν μερῶν λέγεται, ἡ δὲ ἀναλυσις ἐπὶ τῶν τεσσάρων στοιχείων. διαφέρουσι δὲ τὰ μέρη τῶν τεσσάρων στοιχείων, ὅτι τὰ μέρη οἰκείαν περιγραφὴν ἔχουσι καὶ περιωρισμένα εἰσί καὶ γὰρ περιώρισται πόθεν ἕως ποῦ ἐστιν ἡ χεὶρ καὶ πόθεν ἕως ποῦ ἐστιν ὁ πούς), τὰ δὲ τέσσαρα στοιχεῖα οὐκ ἔχουσι περιγραφὴν οὐδὲ εἰσι περιωρισμένα· οὐδὲ γάρ ἐστι περιωρισμένον πόθεν ἕως ποῦ ἐν τῷ ἀνθρώπῳ ἐστὶ τὸ ὕδωρ καὶ πόθεν ἕως ποῦ ἡ γῆ καὶ πόθεν ἕως ποῦ τὸ πῦρ καὶ πόθεν ἕως |ποῦ ὁ ἀήp. ταῦτα μὲν ἐν τούτοις. Ἡ δὲ τάξις αὐτῶν ἐστι τοιαύτη· ἡ διαιρετικὴ προτερεύει τῆς ὁριστικῆς, ἐπειδὴ καὶ ἡ διαίρεσις προτερεύει τοῦ ὁρισμοῦ· καὶ γὰρ λαμβάνων τις ἐκ τῆς διαιρέσεως τὰ χρειώδη ἀποτελεῖ τὸν ὅρον, οἷον βουλόμενος ὁρίσα- σθαι τὸν ἄνθρωπον λαμβάνει τὸ γένος, φημὶ δὲ τὸ ζῷον, καὶ ἐκ τῆς διαιρέσεως τοῦ ζῴου τῆς εἰς λογικὸν καὶ ἄλογον λαμβάνει τὸ λογικὸν καὶ ἐκ τῆς διαι- ρέσεως τοῦ λογικοῦ τῆς εἰς θνητὸν καὶ ἀθάνατον λαμβάνει τὸ θνητόν· ἐπειδὴ οὖν λαμβάνων τις ἐκ τῆς διαιρέσεως τὰ χρειώδη ἀποτελεῖ τὸν ὅρον, εὐλόγως ἡ διαιρετικὴ προτερεύει τῆς ὁριστικῆς. ἡ δὲ ὁριστικὴ προτερεύει τῆς ἀποδεικτικῆς, ἐπειδή, ὥς φησιν ὁ Ἀριστοτέλης, ῾ἀρχὴ ἀποδείξεως ὁ ὁρισμός ἐστιν᾿. ἡ γὰρ ἀπόδειξις τὴν φύσιν τοῦ ὑποκειμένου πράγματος παρίστησι, καὶ οἱ ὁρισμοὶ δὲ τὴν φύσιν τῶν πραγμάτων παριστῶσιν. ἡ δὲ ἀναλυτικὴ τελευταίαν ἔχει τάξιν, ἐπειδὴ ἐναντίως πως ἔχει πρὸς τὰ ἄλλα· καὶ γὰρ ἡ ἀναλυτικὴ ἐναντίως ἔχει πρὸς τὴν διαιρετικήν, ὅτι ἡ μὲν διαιρετικὴ ἀπὸ ἁπλοῦ τινος ἄρχεται καὶ εἰς σύνθετά τινα τελευτᾷ καὶ γὰρ λαμβάνει τις τὴν οὐσίαν ἁπλοῦν τι οὖσαν καὶ διαιρῶν αὐτὴν καταντᾷ ἄχρι τοῦ ἀνθρώπου καὶ ἵππου καὶ κυνός, ἅτινα σύνθετά τινά εἰσιν), ἡ δὲ ἀναλυτικὴ ἀπὸ συνθέτου ἄρχεται καὶ εἰς ἁπλᾶ καταντᾷ· καὶ γὰρ ὁ ἀναλυτικὸς λαμβάνων τὸν ἄνθρωπον, ὅπερ σύνθετόν τί ἐστι, διαιρεῖ αὐτὸν ἄχρι τῆς ὕλης καὶ τοῦ εἴδους, ἅπερ ἁπλᾶ τινά εἰσι. πρὸς δὲ τὴν ὁριστικὴν ἐναντίως πως ἡ ἀναλυτική, ὅτι ἡ μὲν ὁριστικὴ ἐκ διαφόρων μίαν φύσιν ποιεῖ καὶ γὰρ ἐκ τοῦ ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν μίαν φύσιν ἀποτελεῖ, τὸν ἄνθρωπον), ἡ δὲ ἀναλυτικὴ τοὐναντίον ἐξ ἑνός τινος διάφορα ποιεῖ· καὶ γὰρ λαμβάνει τὸν ἄνθρωπον ἕν τι ὄντα καὶ διαλύει αὐτὸν εἰς διάφορα, οἷον εἰς χεῖρας πόδας κεφαλὴν φλέβας σάρκας ὀστᾶ. πρὸς δὲ τὴν ἀποδεικτικὴν ἐναντίως ἔχει ἡ ἀναλυτική, ὅτι ἡ μὲν ἀποδεικτικὴ ἐκ συλλογισμῶν συνίσταται βουλόμενοι γὰρ δεῖξαι τὸν ἄνθρωπον ἔμψυχον διὰ συλλογισμοῦ τοῦτο δεικνύομεν λέγοντες ὅτι ῾ὁ ἄνθρωπος ζῷον, πᾶν ζῷον ἔμψυχον, ὁ ἄνθρωπος ἄρα ἔμψυχον᾿), ὁ δὲ συλλογισμός, ὡς καὶ ἡ ὀνομασία δηλοῖ, συλλογή ἐστι λόγων, ἡ δὲ ἀναλυτικὴ τοὐναντίον διάλυσιν ποιεῖται· καὶ γὰρ τοὺς συλλογισμοὺς εἰς λόγους διαλύει καὶ τοὺς λόγους εἰς λέξεις. ταῦτα μὲν καὶ περὶ τῆς τάξεως. Ἔλθωμεν δὲ καὶ δείξωμεν πῶς χρησιμεύει τὸ παρὸν σύγγραμμα εἰς τὰς διαλεκτικὰς μεθόδους. ἰστέον ὅτι εἰς τὴν διαιρετικὴν χρησιμεύει οὕτως· ὥσπερ ἐν τοῖς ἔξω ἐστὶ τὸ διαιροῦν καὶ τὸ διαιρούμενον καὶ τὰ εἰς ἃ γίνεται ἡ διαίρεσις οἷον ὡς ἐπὶ τῆς τεκτονικῆς ἔστι γὰρ ὁ πρίων ὁ διαιρῶν καὶ τὸ ξύλον τὸ διαιρούμενον καὶ αἱ σανίδες εἰς ἃς ἐγένετο ἡ διαίρεσις), οὕτω καὶ ἐν|ταῦθά ἐστι τὸ διαιροῦν καὶ τὸ διαιρούμενον καὶ τὰ εἰς ἃ ἐγένετο ἡ διαίρεσις, καὶ διαιρούμενον μέν ἐστι τὸ γένος τοῦτο γάρ ἐστι τὸ διαιρούμενον) διαιροῦν δὲ αἱ συστατικαὶ διαφοραί καὶ γὰρ αἱ συστατικαὶ διαφοραί εἰσιν αἱ διαιροῦσαι· τὸ γὰρ λογικὸν προσερχόμενον τῷ ζῴῳ διαιρεῖ αὐτὸ ἐκ τοῦ ἀλόγου ζῴου), διῃρημένα δέ εἰσι τὰ εἴδη· καὶ γὰρ τὰ εἴδη εἰσὶ τὰ ἐκ τῶν γενῶν διῃρημένα. συμβάλλεται οὖν ἡμῖν τὸ παρὸν σύγ- γραμμα εἰς τὴν διαιρετικήν, ἐπειδὴ διδάσκει ἡμᾶς τί ἐστι γένος καὶ τί εἶδος καὶ τί διαφορὰ καὶ λέγει ὅτι τὸ μὲν γένος τῇ ὕλῃ ἀναλογεῖ ἡ δὲ συστατικὴ διαφορὰ τῷ εἴδει· ὥσπερ γὰρ ἡ ἀνείδεος ὕλη κοινῶς πάσι τοῖς ζῴοις ὑπόκειται πάντα γὰρ τὰ ζῷα ἐξ ὕλης καὶ εἴδους σύγκειται), προσερχόμενον δὲ τὸ εἶδος εἰδοποιεῖ αὐτὰ καὶ ποιεῖ τὸ μὲν ἄνθρωπον τὸ δὲ ἵππον, οὕτω καὶ τὸ γένος κοινῶς πᾶσι τοῖς εἴδεσιν ὑπόκειται καὶ γὰρ τὸ ζῷον πᾶσι τοῖς εἴδεσιν αὐτοῦ ὑπόκειται), προσερχομένη δὲ ἡ διαφορὰ εἰδοποιεῖ αὐτὸ καὶ ποιεῖ τὸ μὲν λογικὸν ζῷον τὸ δὲ ἄλογον. εἰς δὲ τὴν ὁριστικὴν χρησιμεύει οὕτως· ὁ ὅρος ἀπὸ γένους καὶ συστατικῶν διαφορῶν σύγκειται, οἷον ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν ἰδοὺ τὸ μὲν ζῷον γένος ἐστίν, αἰ δὲ λοιπαὶ λέξεις συστατικαὶ διαφοραί)· διδάσκει δὲ ἡμᾶς τὸ παρὸν σύγγραμμα τί γένος καὶ τί συστατικαὶ διαφοραί. εἰς δὲ τὴν ἀποδεικτικὴν χρησιμεύει, ὅτι, ὡς ἐμάθομεν, ἡ ὁριστικὴ ἀρχή ἐστιν ἀποδείξεως· εἰ ἄρα οὖν εἰς τὴν ὁριστικὴν χρησιμεύει τὸ παρὸν σύγγραμμα, ὡς δέδεικται, δῆλον ὅτι διὰ μέσου τῆς ὁριστικῆς καὶ εἰς τὴν ἀποδεικτικὴν χρησιμεύει. εἰς δὲ τὴν ἀναλυτικὴν χρησιμεύει, ἐπειδὴ τὰ φυσικὰ πράγματα εἰς ὕλην καὶ εἶδος ἀναλύονται, ἐξ ὧν καὶ σύγκεινται· διδάσκει δὲ ἡμᾶς ὅτι ἀναλογεῖ τῇ μὲν ὕλῃ τὸ γένος τῷ δὲ εἴδει ἡ διαφορά. ἐν οἷς ἡ πρᾶξις. Πρᾶξις δ΄. Μαθόντες τὸν σκοπὸν καὶ τὸ χρήσιμον ἔλθωμεν καὶ εἴπωμεν τὴν αἰτίαν τῆς ἐπιγραφῆς. ἰστέον ἐπιγέγραπται τὸ παρὸν σύγγραμμα Πορφυρίου εἰσαγωγή, Πορφυρίου τοῦ Φοίνικος τοῦ μαθητοῦ Πλωτίνου τοῦ Λυκοπολίτου ἡ δὲ Λυκόπολις ἐν Αἰγύπτῳ ἐστί), περὶ οὗ εἴρηται ὅτι οὐ πολλοὺς Αἴγυπτος, ἐπὴν δὲ τέκῃ, μέγα τίκτει. περὶ τούτου δὲ λέγει ὁ Πορφύριος ὅτι Πλωτῖνος ὁ καθ’ ἡμᾶς ἐῴκει μὲν αἰσχυνομένῳ, ὅτιπερ ἐν σώματι ἦν, βουλομένων δέ τινων ἀναθέσθαι αὐτῷ εἰκόνα ἔφη ὅτι ἀρκεῖ μοι τὸ ἐκ τῆς φύσεως εἴδωλον, τοῦτ’ ἔστι τὸ σῶμα, μὴ καὶ εἰδώλου εἴδωλον ἔχειν᾿. εἰδώλου δὲ εἴδωλον τὴν εἰκόνα ἔφη· τοῦ γὰρ σώματός ἐστιν ἐκτύπωμα. ἰστέον δὲ ὅτι Πορφυρίου μαθητὴς ἦν ὁ Ἰάμβλιχος, περὶ ὧν, φημὶ δὲ τοῦ Πορφυρίου καὶ τοῦ Ἰαμβλίχου, εἶπεν ἡ Πυθία ῾ἔνθους ὁ Σύρος, πολυμαθὴς ὁ Θοίνιξ᾿, Φοίνικα πολυμαθῆ λέγουσα τὸν Πορφύριον ἀπὸ γὰρ Φοινίκης ἦν), ἔνθουν δὲ Σύρον τὸν Ἰάμβλιχον οὗτος γὰρ Σύρος ἦν)· |ἔνθουν δὲ αὐτὸν λέγει, ἐπειδὴ περὶ τὰ θεῖ ἐνησχολεῖτο. εἰσαγωγή δὲ ἐπιγέγραπται, ἐπειδὴ αὕτη εἰσάγει ἡμᾶς εἰς πᾶσαν τὴν φιλοσοφίαν· καὶ γὰρ διδάσκει ἡμᾶς περὶ τῶν πέντε φωνῶν, φημὶ δὴ περὶ γένους καὶ εἴδους καὶ διαφορᾶς καὶ ἰδίου καὶ συμβεβηκότος, ὑφ’ ἃς πᾶσα φωνὴ ὑπὸ τὴν φιλοσοφίαν οὖσα ἀνάγεται. εὐλόγως δὲ Εἰσαγωγή ἐπέγραψε καὶ οὐ Περὶ εἰσαγωγῆς, ἵνα δραστικώτερον δείξῃ τὸ σύγγραμμα καὶ ὅτι αὐτὴν τὴν εἰσαγωγὴν διδάσκει ἡμᾶς· αἱ γὰρ τοιαῦται ἐπιγραφαί, φημὶ δὴ αἱ ἄνευ τῆς προθέσεως, δραστικώτερον παριστῶσι τὸ σύγγραμμα, οἷον Πλάτωνος Φαίδων, Πλάτωνος Ἀλκιβιάδης· αἱ γὰρ μετὰ τῆς προθέσεως ὕφεσιν καὶ μείωσίν τινα εἰσάγουσιν, οἷον Περὶ ψυχῆς, Περὶ κρισίμων ἡμερῶν. Ἔλθωμεν δὲ καὶ ἐπὶ τὸ γνήσιον. ἰστέον ὅτι ἐκ πολλῶν δείκνυται γνήσιον Πορφυρίου τὸ παρὸν σύγγραμμα· καὶ γὰρ καὶ ἐκ τοῦ προοι- μίου πρὸς γὰρ Χρυσαόριόν τινα ὕπατον ῾Ρώμης ποιεῖται τὴν προσφώνησιν, πρὸς ὃν καὶ ἐν ἄλλοις αὐτοῦ συγγράμμασι προσφωνεῖ), καὶ ὅτι μέμνηται τοῦ συγγράμματος τούτου καὶ ἐν ἄλλοις αὐτοῦ συγγράμμασι, καὶ ὅτι σαφηνείας ἐνταῦθα φροντίζει, ὅπερ ἴδιον αὐτοῦ· καὶ γὰρ τριῶν ὄντων τρόπων, καθ’ οὗς ἡ ἀσάφεια γίνεται, ὡς ἐν τῷ προοιμίῳ μαθησόμεθα, αὐτὸς πάνυ τῆς σαφηνείας φροντίζει. ταῦτα μὲν καὶ τὸ γνήσιον. Ἔλθωμεν δὲ καὶ ἐπὶ τὴν τάξιν. ἰστέον ὅτι πρὸ πάσης τῆς φιλοσοφίας ἐστὶ τὸ παρὸν σύγγραμμα· εἰ γάρ, ὡς ἐμάθομεν ἐν τῷ χρησίμῳ, τὸ παρὸν σύγγραμμα εἰς τὰς Ἀριστοτέλους Κατηγορίας συμβάλλεται, αἱ δὲ Ἀριστοτέλους Κατηγορίαι πρώτην τάξιν ἔχουσι πρὸ γὰρ ὅλης τῆς φιλοσοφίας εἰσί), δῆλον ὅτι εὐλόγως καὶ τὸ παρὸν σύγγραμμα πρὸ πάσης τῆς φιλοσοφίας ἐστί· καὶ γὰρ ὡς συμβαλλόμενον εἰς τὰς Ἀριστοτέλους Κατηγορίας προτέτακται αὐτῶν, προτετάμενον δὲ αὐτῶν ἐξ ἀνάγκης καὶ πρὸ πάσης τῆς φιλοσοφίας ἐστί· καὶ γὰρ αἱ Ἀριστοτέλους Κατηγορίαι πρὸ πάσης εἰσὶ τῆς φιλοσοφίας. ἄλλως τε δὲ τὸ παρὸν σύγγραμμα εἰσαγωγή ἐστι πάσης τῆς φιλοσοφίας· καὶ γὰρ διὰ τούτου εἰσαγόμεθα εἰς πᾶσαν τὴν φιλοσοφίαν διδασκόμενοι τὰς πέντε φωνάς, τοῦτ’ ἔστι τί γένος καὶ τί εἶδος καὶ τί διαφορὰ καὶ τί ἴδιον καὶ τί συμβεβηκός· εἰσαγωγὴ δὲ οὖσα πάσης τῆς φιλοσοφίας εὐλόγως πρὸ πάσης τῆς φιλοσοφίας ἐστί· καὶ γὰρ αἱ εἰσαγωγαὶ πρότεραι θέλουσιν εἶναι τῶν ὧν εἰσιν εἰσαγωγαί. ταῦτα μὲν καὶ ἡ τάξις. Ἔλθωμεν δὲ καὶ εἴπωμεν τὴν εἰς τὰ κεφάλαια διαίρεσιν. ἰστέον ὅτι τὸ παρὸν σύγγραμμα διαιρεῖται εἰς δύο τμήματα. καὶ ἐν μὲν τῷ πρώτῳ τμήματι λέγει τί ἐστιν ἑκάστη τῶν πέντε φωνῶν, οἷον τί ἐστι γένος, τί ἐστιν εἶδος καὶ τὰ ἑξῆς, ἐν δὲ τῷ δευτέρῳ τμήματι παρα|δίδωσι τὰς κοινωνίας καὶ τὰς διαφορὰς αὐτῶν. καὶ ὅσον μὲν κατὰ τὴν ἀκρίβειαν ἤρκει τὸ εἰπεῖν τί ἐστιν ἑκάστη τῶν φωνῶν καὶ γὰρ ὁ γινώσκων τί ἐστιν ἑκάστη τῶν φωνῶν γινώσκει καὶ κατὰ τί κοινωνοῦσι καὶ κατὰ τί διαφέρουσιν), ἀλλ’ ἐπειδὴ πρὸς εἰσαγομένους ποιεῖται τὸν λόγον καὶ πρὸς Χρυσαόριόν τινα ὕπατον ῾Ρώμης πολιτικοῖς ἐνασχολούμενον πράγμασιν, ἠβουλήθη σαφεστέραν τὴν διδασκαλίαν ποιήσασθαι καὶ κατ’ ἰδίαν παραδοῦναι τὰς κοινωνίας καὶ τὰς διαφορὰς αὐτῶν. τινὲς δὲ λέγουσιν ὅτι εἰς τρία τμήματα διαιρεῖ τὴν παροῦσαν πραγματείαν, καὶ ἐν μὲν τῷ πρώτῳ παραδίδωσι τί ἐστιν ἑκάστη τῶν πέντε φωνῶν, ἐν δὲ τῷ δευτέρῳ λέγει τὰς κοινωνίας αὐτῶν, ἐν δὲ τῷ τρίτῳ τὰς διαφοράς. καὶ εἰ μὲν ἐν ἄλλῳ τόπῳ παρεδίδου τὰς κοινωνίας αὐτῶν καὶ ἐν ἄλλῳ τόπῳ τὰς διαφοράς, καλῶς ἄν ἔλεγον· ὅπου δὲ ἅμα κοινωνίαν καὶ διαφορὰν παραδίδωσι καὶ ἐν τῷ αὐτῷ τόπῳ τὰ δύο παραδίδωσι, δῆλον ὅτι οὐ δυνάμεθα τοῦτο δύο τμήματα εἰπεῖν· καὶ γὰρ μετὰ τὸ εἰπεῖν κοινωνίαν λέγει διαφορὰν καὶ πάλιν μετὰ τὸ εἰπεῖν διαφορὰν λέγει κοινωνίαν. ταῦτα μὲν καὶ ἡ εἰς τὰ κεφάλαια διαίρεσις. Ἔλθωμεν δὲ καὶ ἐπὶ τὸν διδασκαλικὸν τρόπον καὶ εἴπωμεν ποίῳ τρόπῳ διδασκαλικῷ κέχρηται. ἰστέον ὅτι τεσσάρων ὄντων τῶν διδασκαλικῶν τρόπων κατὰ τὸν Ἀριστοτέλην, οἷον διαιρετικοῦ ὁριστικοῦ ἀποδεικτικοῦ ἀναλυτικοῦ, τοῖς τέσσαρσι τρόποις κέχρηται· καὶ γὰρ καὶ τῷ διαιρετικῷ κέχρηται, ἡνίκα διαιρεῖ τὴν οὐσίαν εἰς σῶμα καὶ ἀσώματον καὶ εἰς τὰ ἑξῆς. ὁμοίως δὲ καὶ τῷ ὁριστικῷ, ἡνίκα ὑπογράφει τὰς πέντε φωνάς· καὶ γὰρ ἡ ὑπογραφή εἰκών ἐστι τοῦ ὁρισμοῦ. καὶ τῷ ἀποδεικτικῷ, ἡνίκα ἀποδείκνυσι πῶς θεωροῦνται ἐν τῷ γένει αἱ διαφοραί, ἆρα δυνάμει ἢ ἐνεργείᾳ. καὶ τῷ ἀναλυτικῷ, ἡνίκα τὰς ὑπογραφὰς τῶν πέντε φωκῶν ἀναλύει εἰς τὰς λέξεις. καὶ ἑκάστην τῶν λέξεων σαφηνίζει λέγων διὰ τί ἑκάστη τούτων πρόσκειται ἐν τῇ ὑπογραφῇ, καὶ πάλιν διαλαμβάνει περὶ τῆς ὕλης καὶ τοῦ εἴδους, εἰς ἃ τὰ φυσικὰ πράγματα ἀναλύονται, καὶ λέγει ὅτι τῇ μὲν ὕλῃ τὸ γένος ἀναλογεῖ, τῳ δὲ εἴδει ἡ διαφορά. ταῦτα μὲν καὶ περὶ τοῦ διδασκαλικοῦ τρόπου. Ἔλθωμεν δὲ καὶ εἴπωμεν τὴν ὑπὸ τί μέρος ἀναφοράν. ἰστέον ὅτι τὸ παρὸν σύγγραμμα ὑπὸ τὴν λογικὴν ἀνακτέον, ἡ δὲ λογικὴ εἴτε μέρος ἐστὶ τῆς φιλοσοφίας εἴτε ὄργανον ἐν ταῖς Κατηγορίαις μαθησόμεθα. ταῦτα ἔχει ἡ παροῦσα πρᾶξις καὶ τὰ προλεγόμενα τῆς Πορφυρίου εἰσαγωγῆς. |