# Ὑπὲρ τῆς δωδεκαετίας 14

Demades, Ὑπὲρ τῆς δωδεκαετίας, Section 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demades/text/14

ἐνταῦθʼ ὁμοίως Δημοσθένης μὲν ἐκύρωσε πόλεμον, καλὴν μὲν τοῖς ὀνόμασιν, οὐ σωτήριον δὲ τοῖς ἔργοις συμβουλίαν εἰσηγησάμενος τοῖς πολίταις· ὡς δὲ πλησίον ἔστη τῆς Ἀττικῆς ὁ πολέμιος,ἡ χώρα δὲ εἰς τὴν πόλιν κατεκλείετο, καὶ τὸ περιμάχητον καὶ θαυμαζόμενον ὑπὸ πάντων ἄστυ βοῶν καὶ προβάτων ὥσπερ ἔπαυλις καὶ τῶν βοσκημάτων ἐπληροῦτο, βοηθείας δʼ οὐδαμόθεν ἦν ἐλπίς, ἔγραψα τὴν εἰρήνην.

---

Demades, Ὑπὲρ τῆς δωδεκαετίας, ed. J. O. Burtt. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0535.tlg001.local001/.
