# Περὶ ἑρμηνείας 1.12

Demetrius of Phaleron, Περὶ ἑρμηνείας, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demetrius-of-phaleron/text/1.12

Γένεσις δ’ αὐτῆς ἥδε. τῆς ἑρμηνείας ἡ μὲν ὀνομάζεται κατεστραμμένη, οἷον ἡ κατὰ περιόδους ἔχουσα, ὡς ἡ τῶν Ἰσοκρατείων ῥητορειῶν καὶ Γοργίου καὶ Ἀλκιδάμαντος· ὅλαι γὰρ διὰ περιόδων εἰσὶν συνεχῶν οὐδέν τι ἔλαττον ἤπερ ἡ Ὁμήρου ποίησις δι’ ἑξαμέτρων· ἡ δέ τις διῃρημένη ἑρμηνεία καλεῖται, ἡ εἰς κῶλα λελυμένη οὐ μάλα ἀλλήλοις συνηρτημένα, ὡς ἡ Ἑκαταίου, καὶ τὰ πλεῖστα τῶν Ἡροδότου, καὶ ὅλως ἡ ἀρχαία πᾶσα. παράδειγμα αὐτῆς, Ἑκαταῖος Μιλήσιος ὧδε μυθεῖται· τάδε γράφω, ὥς μοι δοκεῖ ἀληθέα εἶναι· οἱ γὰρ Ἑλλήνων λόγοι πολλοί τε καὶ γελοῖοι, ὡς ἐμοὶ φαίνονται, εἰσίν. ὥσπερ γὰρ σεσωρευμένοις ἐπ’ ἀλλήλοις τὰ κῶλα ἔοικεν καὶ ἐπερριμμένοις καὶ οὐκ ἔχουσιν σύνδεσιν οὐδ’ ἀντέρεισιν, οὐδὲ βοηθοῦντα ἀλλήλοις ὥσπερ ἐν ταῖς περιόδοις.

---

Demetrius of Phaleron, Περὶ ἑρμηνείας, ed. William Rhys Roberts. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0613.tlg001.local001/.
