Ancient Greek
1.18 to 1.19
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 1.18-19
Not analysed yet
Ἐν δὲ ταῖς συνθέτοις περιόδοις τὸ τελευταῖον κῶλον μακρότερον χρὴ εἶναι, καὶ ὥσπερ περιέχον καὶ περιειληφὸς τἄλλα. οὕτω γὰρ μεγαλοπρεπὴς ἔσται καὶ σεμνὴ περίοδος, εἰς σεμνὸν καὶ μακρὸν λήγουσα κῶλον· εἰ δὲ μή, ἀποκεκομμένη καὶ χωλῇ ὁμοία. παράδειγμα δ᾽ αὐτῆς τὸ τοιοῦτον, οὐ γὰρ τὸ εἰπεῖν καλῶς καλόν, ἀλλὰ τὸ εἰπόντα δρᾶσαι τὰ εἰρημένα. Τρία δὲ γένη περιόδων ἐστίν, ἱστορική, διαλογική, ῥητορική. ἱστορικὴ μὲν ἡ μήτε περιηγμένη, μήτ̓ ἀνειμένη σφόδρα, ἀλλὰ μεταξὺ ἀμφοῖν, ὡς μήτε ῥητορικὴ δόξειεν καὶ ἀπίθανος διὰ τὴν περιαγωγήν, τὸ σεμνόν τε ἔχουσα καὶ ἱστορικὸν ἐκ τῆς ἁπλότητος, οἷον ἡ τοιάδε, Δαρείου καὶ Παρυσάτιδος γίγνονται μέχρι τοῦ νεώτερος δὲ Κῦρος. ἑδραίᾳ γάρ τινι καὶ ἀσφαλεῖ καταλήξει ἔοικεν αὐτῆς ἡ ἀπόθεσις.