Ancient Greek
Book 1
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 1.26
Not analysed yet
Ὁμοιοτέλευτα δέ ἐστι τὰ εἰς ὅμοια καταλήγοντα, ἤτοι εἰς ὀνόματα ταὐτά, ὥσπερ ἔχει ἐπὶ τοῦ σὺ δ’ αὐτὸν καὶ ζῶντα ἔλεγες κακῶς, καὶ νῦν θανόντα γράφεις κακῶς· ἢ ὅταν εἰς συλλαβὴν καταλήγῃ τὴν αὐτήν, ὥσπερ τὰ ἐκ τοῦ Πανηγυρικοῦ προειρημένα.