Ancient Greek
Book 1
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 1.30
Not analysed yet
Διαφέρει δὲ ἐνθύμημα περιόδου τῇδε, ὅτι ἡ μὲν περίοδος σύνθεσις τίς ἐστι περιηγμένη, ἀφ’ ἧς καὶ ὠνόμασται, τὸ δὲ ἐνθύμημα ἐν τῷ διανοήματι ἔχει τὴν δύναμιν καὶ σύστασιν· καὶ ἔστιν ἡ μὲν περίοδος κύκλος τοῦ ἐνθυμήματος, ὥσπερ καὶ τῶν ἄλλων πραγμάτων, τὸ δ’ ἐνθύμημα διάνοιά τις ἤτοι ἐκ μάχης λεγομένη ἢ ἐν ἀκολουθίας σχήματι.