Ancient Greek
1.33 to 1.35
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 1.33-35
Not analysed yet
Συμβέβηκε μὲν οὖν τῷ ἐνθυμήματι καὶ περιόδῳ εἶναι, διότι περιοδικῶς σύγκειται, περίοδος δ’ οὐκ ἔστιν, ὥσπερ τῷ οἰκοδομουμένῳ συμβέβηκε μὲν καὶ λευκῷ εἶναι, ἂν λευκὸν ᾖ, τὸ οἰκοδομούμενον δ’ οὐκ ἔστι λευκόν. περὶ μὲν δὴ διαφορᾶς ἐνθυμήματος καὶ περιόδου εἴρηται. Τὸ δὲ κῶλον Ἀριστοτέλης οὕτως ὁρίζεται, κῶλόν ἐστι τὸ ἕτερον μέρος περιόδου· εἶτα ἐπιφέρει· γίνεται δὲ καὶ ἁπλῆ περίοδος. οὕτως ὁρισάμενος, τὸ ἕτερον μέρος, δίκωλον ἐβούλετο εἶναι τὴν περίοδον δηλονότι. ὁ δ’ Ἀρχέδημος, συλλαβὼν τὸν ὅρον τοῦ Ἀριστοτέλους καὶ τὸ ἐπιφερόμενον τῷ ὅρῳ, σαφέστερον καὶ τελεώτερον οὕτως ὡρίσατο, κῶλόν ἐστιν ἤτοι ἁπλῆ περίοδος, ἢ συνθέτου περιόδου μέρος. Τί μὲν οὖν ἁπλῆ περίοδος, εἴρηται· συνθέτου δὲ φήσας αὐτὸ περιόδου μέρος, οὐ δυσὶ κώλοις τὴν περίοδον ὁρίζειν ἔοικεν, ἀλλὰ καὶ τρισὶ καὶ πλείοσιν· ἡμεῖς δὲ μέτρον μὲν περιόδου ἐκτεθείμεθα, νῦν δὲ περὶ τῶν χαρακτήρων τῆς ἑρμηνείας λέγωμεν.