# Περὶ ἑρμηνείας 2.104-111

Demetrius of Phaleron, Περὶ ἑρμηνείας, 2.104 to 2.111. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demetrius-of-phaleron/text/2.104

Πολλαχοῦ δὲ καὶ τὸ πλάγιον μεῖζον τοῦ εὐθέος, οἷον ἡ δὲ γνώμη ἦν, ὡς εἰς τὰς τάξεις τῶν Ἑλλήνων ἐλώντων καὶ διακοψόντων ἀντὶ τοῦ διενοοῦντο ἐλάσαι καὶ διακόψαι. Συμβέβληται δὲ καὶ ἡ ὁμοιότης τῶν ὀνομάτων καὶ ἡ δυσφωνία ἡ φαινομένη· καὶ γὰρ τὸ δύσφωνον πολλαχοῦ ὀγκηρόν, ὥσπερ Αἴας δ’ ὁ μέγας αἰὲν ἐφ’ Ἕκτορι. πολὺ γὰρ μᾶλλον τὸν Αἴαντα μέγαν ἐνέφηνεν ἡ τῶν δύο σύμπληξις τῆς ἑπταβοείου ἀσπίδος. Τὸ δὲ ἐπιφώνημα καλούμενον ὁρίζοιτο μὲν ἄν τις λέξιν ἐπικοσμοῦσαν, ἔστι δὲ τὸ μεγαλοπρεπέστατον ἐν τοῖς λόγοις. τῆς γὰρ λέξεως ἡ μὲν ὑπηρετεῖ, ἡ δὲ ἐπικοσμεῖ. ὑπηρετεῖ μὲν ἡ τοιάδε, οἵαν τὰν ὑάκινθον ἐν οὔρεσι ποιμένες ἄνδρες ποσσὶ καταστείβουσιν, ἐπικοσμεῖ δὲ τὸ ἐπιφερόμενον τὸ χαμαὶ δέ τε πορφύρον ἄνθος· ἐπενήνεκται γὰρ τοῦτο τοῖς προενηνεγμένοις κόσμος σαφῶς καὶ κάλλος. Μεστὴ δὲ τούτων καὶ ἡ Ὁμήρου ποίησις, οἷον ἐκ καπνοῦ κατέθηκ̓, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει, οἷς τὸ πάρος Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς. πρὸς δ’ ἔτι καὶ τόδε μεῖζον ἐπὶ φρεσὶν ἔμβαλε δαίμων, μήπως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν, ἀλλήλους τρώσητε. εἶτα ἐπιφωνεῖ, αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος. Καὶ καθόλου τὸ ἐπιφώνημα τοῖς τῶν πλουσίων ἔοικεν ἐπιδείγμασιν, γείσοις λέγω καὶ τριγλύφοις καὶ πορφύραις πλατείαις· οἷον γάρ τι καὶ αὐτὸ τοῦ ἐν λόγοις πλούτου σημεῖόν ἐστιν. Δόξειεν δ’ ἂν καὶ τὸ ἐνθύμημα ἐπιφωνήματος εἶδός τι εἶναι, οὐκ ὂν μέν· οὐ γὰρ κόσμου ἕνεκεν, ἀλλὰ ἀποδείξεως παραλαμβάνεται, πλὴν ἐπιλεγόμενόν γε ἐπιφωνηματικῶς. Ὡσαύτως δὲ καὶ ἡ γνώμη ἐπιφωνουμένῳ τινὶ ἔοικεν ἐπὶ προειρημένοις, ἀλλ’ οὐδ’ αὕτη ἐπιφώνημά ἐστι· καὶ γὰρ προλέγεται πολλάκις, λαμβάνει μέντοι χώραν ποτὲ ἐπιφωνήματος. Τὸ δέ, νήπιος οὐδ’ ἄρ’ ἔμελλε κακὰς ὑπὸ κῆρας ἀλύξειν, οὐδ’ αὐτὸ ἐπιφώνημα ἂν εἴη· οὐ γὰρ ἐπιλέγεται οὐδὲ ἐπικοσμεῖ, οὐδ’ ὅλως ἐπιφωνήματι ἔοικεν, ἀλλὰ προσφωνήματι ἢ ἐπικερτομήματι.

---

Demetrius of Phaleron, Περὶ ἑρμηνείας, ed. William Rhys Roberts. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0613.tlg001.local001/.
