Ancient Greek
2.115 to 2.119
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 2.115-119
Not analysed yet
Γίνεται μέντοι καὶ τὸ ψυχρὸν ἐν τρισίν, ὥσπερ καὶ τὸ μεγαλοπρεπές. ἢ γὰρ ἐν διανοίᾳ, καθάπερ ἐπὶ τοῦ Κύκλωπος λιθοβολοῦντος τὴν ναῦν τοῦ Ὀδυσσέως ἔφη τις, φερομένου τοῦ λίθου αἶγες ἐνέμοντο ἐν αὐτῷ. ἐκ γὰρ τοῦ ὑπερβεβλημένου τῆς διανοίας καὶ ἀδυνάτου ἡ ψυχρότης. Ἐν δὲ λέξει ὁ Ἀριστοτέλης φησὶ γίνεσθαι τετραχῶς, ὡς Ἀλκιδάμας ὑγρὸν ἱδρῶτα. ἢ ἐν συνθέτῳ, ὅταν διθυραμβώδης συντεθῇ ἡ δίπλωσις τοῦ ὀνόματος, ὡς τὸ ἐρημόπλανος ἔφη τις, καὶ εἴ τι ἄλλο οὕτως ὑπέρογκον. γίνεται δὲ καὶ ἐν μεταφορᾷ τὸ ψυχρόν, τρέμοντα καὶ ὠχρὰ τὰ πράγματα. τετραχῶς μὲν οὖν κατὰ τὴν λέξιν οὕτως ἂν γίγνοιτο. Σύνθεσις δὲ ψυχρὰ ἡ μὴ εὔρυθμος, ἀλλὰ ἄρυθμος οὖσα καὶ διὰ πάντων μακρὰν ἔχουσα, ὥσπερ ἡ τοιάδε, ἥκων ἡμῶν εἰς τὴν χώραν, πάσης ἡμῶν ὀρθῆς οὔσης. οὐδὲν γὰρ ἔχει λογικὸν οὐδὲ ἀσφαλὲς διὰ τὴν συνέχειαν τῶν μακρῶν συλλαβῶν. Ψυχρὸν δὲ καὶ τὸ μέτρα τιθέναι συνεχῆ, καθάπερ τινές, καὶ μὴ κλεπτόμενα ὑπὸ τῆς συνεχείας· ποιήμα γὰρ ἄκαιρον ψυχρόν, ὥσπερ καὶ τὸ ὑπέρμετρον. Καὶ καθόλου ὁποῖόν τί ἐστιν ἡ ἀλαζονεία, τοιοῦτον καὶ ἡ ψυχρότης· ὅ τε γὰρ ἀλαζὼν τὰ μὴ προσόντα αὐτῷ αὐχεῖ ὅμως ὡς προσόντα, ὅ τε μικροῖς πράγμασιν περιβάλλων ὄγκον, καὶ αὐτὸς ἐν μικροῖς ἀλαζονευομένῳ ἔοικεν. καὶ ὁποῖόν τι τὸ ἐν τῇ παροιμίᾳ κοσμούμενον ὕπερον, τοιοῦτόν τί ἐστι καὶ τὸ ἐν τῇ ἑρμηνείᾳ ἐξηρμένον ἐν μικροῖς πράγμασιν.