Ancient Greek
2.123 to 2.126
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 2.123-126
Not analysed yet
Οὕτως μὲν δὴ ἐξέστω καὶ τὸ μικρὸν κατόρθωμα ἐξαίρειν μέγα, οὐ μὴν ὥστε ἀπρεπές τι ποιεῖν, ἀλλ’ ὥσπερ καὶ τὸ μέγα κατασμικρύνεται χρησίμως πολλάκις, οὕτως ἂν καὶ τὸ μικρὸν ἐξαίροιτο. Μάλιστα δὲ ἡ ὑπερβολὴ ψυχρότατον πάντων. τριττὴ δέ ἐστιν· ἢ γὰρ καθ’ ὁμοιότητα ἐκφέρεται, ὡς τὸ θέειν δ’ ἀνέμοισιν ὁμοῖοι, ἢ καθ’ ὑπεροχήν, ὡς τὸ λευκότεροι χιόνος, ἢ κατὰ τὸ ἀδύνατον, ὡς τὸ οὐρανῷ ἐστήριξε κάρη. Πᾶσα μὲν οὖν ὑπερβολὴ ἀδύνατός ἐστιν· οὔτε γὰρ ἂν χιόνος λευκότερον γένοιτο, οὔτ’ ἂν ἀνέμῳ θέειν ὅμοιον. αὕτη μέντοι ἡ ὑπερβολή, ἡ εἰρημένη, ἐξαιρέτως ὀνομάζεται ἀδύνατος. διὸ δὴ καὶ μάλιστα ψυχρὰ δοκεῖ πᾶσα ὑπερβολή, διότι ἀδυνάτῳ ἔοικεν. Διὰ τοῦτο δὲ μάλιστα καὶ οἱ κωμῳδοποιοὶ χρῶνται αὐτῇ, ὅτι ἐκ τοῦ ἀδυνάτου ἐφέλκονται τὸ γελοῖον, ὥσπερ ἐπὶ τῶν Περσῶν τῆς ἀπληστίας ὑπερβαλλόμενός τις ἔφη, ὅτι πεδία ἐξέχεζον ὅλα, καὶ ὅτι βοῦς ἐν ταῖς γνάθοις ἔφερον.