# Περὶ ἑρμηνείας 2.48

Demetrius of Phaleron, Περὶ ἑρμηνείας, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demetrius-of-phaleron/text/2.48

Ποιεῖ δὲ καὶ δυσφωνία συνθέσεως ἐν πολλοῖς μέγεθος, οἷον τὸ Αἴας δ’ ὁ μέγας αἰὲν ἐφ’ Ἕκτορι χαλκοκορυστῇ. ἄλλως μὲν γὰρ ἴσως δυσήκοος ἡ τῶν γραμμάτων σύμπληξις, ὑπερβολὴ δ’ ἐμφαίνουσα τὸ μέγεθος τοῦ ἥρωος· λειότης γὰρ καὶ τὸ εὐήκοον οὐ πάνυ ἐν μεγαλοπρεπείᾳ χώραν ἔχουσιν, εἰ μή που ἐν ὀλίγοις. καὶ ὁ Θουκυδίδης δὲ πανταχοῦ σχεδὸν φεύγει τὸ λεῖον καὶ ὁμαλὲς τῆς συνθέσεως, καὶ ἀεὶ μᾶλλόν τι προσκρούοντι ἔοικεν, ὥσπερ οἱ τὰς τραχείας ὁδοὺς πορευόμενοι, ἐπὰν λέγῃ, ὅτι τὸ μὲν δὴ ἔτος, ὡς ὡμολόγητο, ἄνοσον ἐς τὰς ἄλλας ἀσθενείας ἐτύγχανεν ὄν. ῥᾷον μὲν γὰρ καὶ ἥδιον ὧδ’ ἄν τις εἶπεν, ὅτι ἄνοσον ἐς τὰς ἄλλας ἀσθενείας ὂν ἐτύγχανεν, ἀφῄρητο δ’ αὐτοῦ τὴν μεγαλοπρέπειαν.

---

Demetrius of Phaleron, Περὶ ἑρμηνείας, ed. William Rhys Roberts. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0613.tlg001.local001/.
