# Περὶ ἑρμηνείας 2.49-50

Demetrius of Phaleron, Περὶ ἑρμηνείας, 2.49 to 2.50. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demetrius-of-phaleron/text/2.49

Ὥσπερ γὰρ ὄνομα τραχὺ μέγεθος ἐργάζεται, οὕτω σύνθεσις. ὀνόματα δὲ τραχέα τό τε κεκραγὼς ἀντὶ τοῦ βοῶν, καὶ τὸ ῥηγνύμενον ἀντὶ τοῦ φερόμενον, οἵοις πᾶσιν ὁ Θουκυδίδης χρῆται, ὅμοια λαμβάνων τά τε ὀνόματα τῇ συνθέσει, τοῖς τε ὀνόμασι τὴν σύνθεσιν. Τάσσειν δὲ τὰ ὀνόματα χρὴ τόνδε τὸν τρόπον. πρῶτα μὲν τιθέναι τὰ μὴ μάλα ἐναργῆ, δεύτερα δὲ καὶ ὕστατα τὰ ἐναργέστερα. οὕτω γὰρ καὶ τοῦ πρώτου ἀκουσόμεθα ὡς ἐναργοῦς, καὶ τοῦ μετ’ αὐτὸ ὡς ἐναργεστέρου. εἰ δὲ μή, δόξομεν ἐξησθενηκέναι, καὶ οἷον καταπεπτωκέναι ἀπὸ ἰσχυροτέρου ἐπὶ ἀσθενές.

---

Demetrius of Phaleron, Περὶ ἑρμηνείας, ed. William Rhys Roberts. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0613.tlg001.local001/.
