Ancient Greek
Book 2
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 2.52
Not analysed yet
Καὶ Ὅμηρος δὲ ἐπὶ τοῦ Κύκλωπος ἀεὶ ἐπαύξει τὴν ὑπερβολήν, καὶ ἐπανιόντι ἐπ’ αὐτῆς ἔοικεν, οἷον οὐ γὰρ ἐῴκει ἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι, καὶ προσέτι ὑψηλοῦ ὄρους καὶ ὑπερφαινομένου τῶν ἄλλων ὀρῶν. ἀεὶ γὰρ καίτοι μεγάλα ὄντα τὰ πρότερον ἥττονα φαίνεται, μειζόνων αὐτοῖς τῶν μετὰ ταῦτα ἐπιφερομένων.