Ancient Greek
2.54 to 2.55
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 2.54-55
Not analysed yet
Πολλάκις μέντοι τεθέντες πως ἐφεξῆς σύνδεσμοι καὶ τὰ μικρὰ μεγάλα ποιοῦσιν, ὡς παρ’ Ὁμήρῳ τῶν Βοιωτιακῶν πόλεων τὰ ὀνόματα εὐτελῆ ὄντα καὶ μικρὰ ὄγκον τινὰ ἔχει καὶ μέγεθος διὰ τοὺς συνδέσμους ἐφεξῆς τοσούτους τεθέντας, οἷον ἐν τῷ Σχοῖνόν τε Σκῶλόν τε, πολύκνημόν τ’ Ἐτεωνόν. Τοῖς δὲ παραπληρωματικοῖς συνδέσμοις χρηστέον, οὐχ ὡς προσθήκαις κεναῖς καὶ οἷον προσφύμασιν ἢ παραξύσμασιν, ὥσπερ τινὲς τῷ δὴ χρῶνται πρὸς οὐδὲν καὶ τῷ νυ καὶ τῷ πρότερον, ἀλλ’ ἂν συμβάλλωνταί τι τῷ μεγέθει τοῦ λόγου,