# Περὶ ἑρμηνείας 2.58-60

Demetrius of Phaleron, Περὶ ἑρμηνείας, 2.58 to 2.60. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demetrius-of-phaleron/text/2.58

Οἱ δὲ πρὸς οὐδὲν ἀναπληροῦντες, φησί, τὸν σύνδεσμον ἐοίκασιν τοῖς ὑποκριταῖς τοῖς τὸ καὶ τὸ πρὸς οὐδὲν ἔπος λέγουσιν, οἷον εἴ τις ὧδε λέγοι, Καλυδὼν μὲν ἥδε γαῖα Πελοπείας χθονός, φεῦ. ἐν ἀντιπόρθμοις πεδἴ ἔχουσ᾽ εὐδαίμονα, αἴ, αἴ. ὡς γὰρ παρέλκει τὸ αἲ αἲ καὶ τὸ φεῦ ἐνθάδε, οὕτω καὶ ὁ πανταχοῦ μάτην ἐμβαλλόμενος σύνδεσμος. Οἱ μὲν δὴ σύνδεσμοι τὴν σύνθεσιν μεγαλοπρεπῆ ποιοῦσιν, ὡς εἴρηται, τὰ δὲ σχήματα τῆς λέξεώς ἐστι μὲν καὶ αὐτὰ συνθέσεώς τι εἶδος· τὸ γὰρ δὴ τὰ αὐτὰ λέγειν δὶς διπλοῦντα ἢ ἐπαναφέροντα ἢ ἀνθυπαλλάσσοντα διαταττομένῳ καὶ μετασυντιθέντι ἔοικεν. διατακτέον δὲ τὰ πρόσφορα αὐτῶν χαρακτῆρι ἑκάστῳ, οἷον τῷ μεγαλοπρεπεῖ μὲν περὶ οὗ πρόκειται, ταῦτα· πρῶτον μὲν τὴν ἀνθυπαλλαγήν, ὡς Ὅμηρος, οἱ δὲ δύο σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει· πολὺ γὰρ οὕτω μεγαλειότερον ἐναλλαγείσης πτώσεως, ἢ εἴπερ οὕτως ἔφη, τῶν δὲ δύο σκοπέλων ὁ μὲν οὐρανὸν εὐρύν· συνήθως γὰρ ἐλέγετο. πᾶν δὲ τὸ σύνηθες μικροπρεπές, διὸ καὶ ἀθαύμαστον.

---

Demetrius of Phaleron, Περὶ ἑρμηνείας, ed. William Rhys Roberts. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0613.tlg001.local001/.
