# Περὶ ἑρμηνείας 2.63-67

Demetrius of Phaleron, Περὶ ἑρμηνείας, 2.63 to 2.67. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demetrius-of-phaleron/text/2.63

Πολλαχοῦ μέντοι τὸ ἐναντίον τῇ λύσει, ἡ συνάφεια, μεγέθους αἴτιον γίνεται μᾶλλον, οἷον ὅτι ἐστρατεύοντο Ἕλληνές τε καὶ Κᾶρες καὶ Λύκιοι καὶ Πάμφυλοι καὶ Φρύγες. ἡ γὰρ τοῦ αὐτοῦ συνδέσμου θέσις ἐμφαίνει τι ἄπειρον πλῆθος. Τὸ δὲ τοιοῦτο κυρτά, φαληριόωντα, τῇ ἐξαιρέσει τοῦ καὶ συνδέσμου μεγαλειότερον ἀπέβη μᾶλλον, ἢ εἰ εἶπεν, κυρτὰ καὶ φαληριόωντα. μεγαλεῖον μέντοι ἐν τοῖς σχήμασιν τὸ μηδὲ ἐπὶ τῆς αὐτῆς μένειν πτώσεως, ὡς Θουκυδίδης, καὶ πρῶτος ἀποβαίνων ἐπὶ τὴν ἀποβάθραν ἐλειποψύχησέ τε, καὶ πεσόντος αὐτοῦ ἐς τὴν παρεξειρεσίαν· πολὺ γὰρ οὕτως μεγαλειότερον, ἢ εἴπερ ἐπὶ τῆς αὐτῆς πτώσεως οὕτως ἔφη, ὅτι ἔπεσεν ἐς τὴν παρεξειρεσίαν καὶ ἀπέβαλε τὴν ἀσπίδα. Καὶ ἀναδίπλωσις δ’ ἔπους εἰργάσατο μέγεθος, ὡς Ἡρόδοτος δράκοντες δέ που, φησίν, ἦσαν ἐν τῷ Καυκάσῳ μέγεθος, καὶ μέγεθος καὶ πλῆθος. δὶς ῥηθὲν τὸ μέγεθος ὄγκον τινὰ τῇ ἑρμηνείᾳ παρέσχεν. Χρῆσθαι μέντοι τοῖς σχήμασι μὴ πυκνοῖς· ἀπειρόκαλον γὰρ καὶ παρεμφαῖνόν τινα τοῦ λόγου ἀνωμαλίαν. οἱ γοῦν ἀρχαῖοι πολλὰ σχήματα ἐν τοῖς λόγοις τιθέντες συνηθέστεροι τῶν ἀσχηματίστων εἰσίν, διὰ τὸ ἐντέχνως τιθέναι.

---

Demetrius of Phaleron, Περὶ ἑρμηνείας, ed. William Rhys Roberts. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0613.tlg001.local001/.
