Ancient Greek
Book 2
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 2.69
Not analysed yet
Σκεπτέον δὲ πρῶτον μέν, ὅτι καὶ ἡ συνήθεια αὐτὴ συμπλήττει τὰ γράμματα ταῦτα τοῖς ὀνόμασιν, καίτοι στοχαζομένη μάλιστα εὐφωνίας, οἷον ἐν τῷ Αἰακὸς καὶ χιών. πολλὰ δὲ καὶ διὰ μόνων τῶν φωνηέντων συντίθησιν ὀνόματα, οἷον Αἰαίη καὶ Εὔιος, οὐδέν τε δυσφωνότερα τῶν ἄλλων ἐστὶ ταῦτα, ἀλλ’ ἴσως καὶ μουσικώτερα.