Ancient Greek
2.71 to 2.74
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 2.71-74
Not analysed yet
Ἐν Αἰγύπτῳ δὲ καὶ τοὺς θεοὺς ὑμνοῦσι διὰ τῶν ἑπτὰ φωνηέντων οἱ ἱερεῖς, ἐφεξῆς ἠχοῦντες αὐτά, καὶ ἀντὶ αὐλοῦ καὶ ἀντὶ κιθάρας τῶν γραμμάτων τούτων ὁ ἦχος ἀκούεται ὑπ’ εὐφωνίας, ὥστε ὁ ἐξαιρῶν τὴν σύγκρουσιν οὐδὲν ἄλλο ἢ μέλος ἀτεχνῶς ἐξαιρεῖ τοῦ λόγου καὶ μοῦσαν. ἀλλὰ περὶ τούτων μὲν οὐ καιρὸς μηκύνειν ἴσως. Ἐν δὲ τῷ μεγαλοπρεπεῖ χαρακτῆρι σύγκρουσις παραλαμβάνοιτ’ ἂν πρέπουσα ἤτοι διὰ μακρῶν, ὡς τὸ λᾶαν ἄνω ὤθεσκε· καὶ γὰρ ὁ στίχος μῆκός τι ἔσχεν ἐκ τῆς συγκρούσεως, καὶ μεμίμηται τοῦ λίθου τὴν ἀναφορὰν καὶ βίαν. ὡσαύτως καὶ τὸ μὴ ἤπειρος εἶναι τὸ Θουκυδίδειον. συγκρούονται καὶ δίφθογγοι διφθόγγοις, ταύτην κατῴκησαν μὲν Κερκυραῖοι· οἰκιστὴς δὲ ἐγένετο. Ποιεῖ μὲν οὖν καὶ τὰ αὐτὰ μακρὰ συγκρουόμενα μέγεθος, καὶ αἱ αὐταὶ δίφθογγοι. αἱ δὲ ἐκ διαφερόντων συγκρούσεις ὁμοῦ καὶ μέγεθος ποιοῦσιν καὶ ποικιλίαν ἐκ τῆς πολυηχίας, οἷον ἠώς, ἐν δὲ τῷ οἵην οὐ μόνον διαφέροντα τὰ γράμματα ἐστιν, ἀλλὰ καὶ οἱ ἦχοι ὁ μὲν δασύς, ὁ δὲ ψιλός, ὥστε πολλὰ ἀνόμοια εἶναι. Καὶ ἐν ᾠδαῖς δὲ τὰ μελίσματα ἐπὶ τοῦ ἑνὸς γίνεται τοῦ αὐτοῦ μακροῦ γράμματος, οἷον ᾠδῶν ἐπεμβαλλομένων ᾠδαῖς, ὥστε ἡ τῶν ὁμοίων σύγκρουσις μικρὸν ἔσται τι ᾠδῆς μέρος καὶ μέλισμα. περὶ μὲν δὴ συγκρούσεως, καὶ ὡς γίνοιτ’ ἂν μεγαλοπρεπὴς σύνθεσις, λελέχθω τοσαῦτα.