Ancient Greek
Book 2
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 2.77
Not analysed yet
Τὴν δὲ λέξιν ἐν τῷ χαρακτῆρι τούτῳ περιττὴν εἶναι δεῖ καὶ ἐξηλλαγμένην καὶ ἀσυνήθη μᾶλλον· οὕτω γὰρ ἕξει τὸν ὄγκον, ἡ δὲ κυρία καὶ συνήθης σαφὴς μέν, λειτὴ δὲ καὶ εὐκαταφρόνητος.