Ancient Greek
Book 2
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 2.81
Not analysed yet
Ἀρίστη δὲ δοκεῖ μεταφορὰ τῷ Ἀριστοτέλει ἡ κατὰ ἐνέργειαν καλουμένη, ὅταν τὰ ἄψυχα ἐνεργοῦντα εἰσάγηται καθάπερ ἔμψυχα, ὡς τὸ ἐπὶ τοῦ βέλους· ὀξυβελὴς καθ’ ὅμιλον ἐπιπτέσθαι μενεαίνων, καὶ τὸ κυρτὰ φαληριόωντα. πάντα γὰρ ταῦτα, τὸ φαληριόωντα καὶ τὸ μενεαίνων, ζωτικαῖς ἐνεργείαις ἔοικεν.