# Περὶ ἑρμηνείας 2.85-91

Demetrius of Phaleron, Περὶ ἑρμηνείας, 2.85 to 2.91. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demetrius-of-phaleron/text/2.85

Ἔνιοι δὲ καὶ ἀσφαλίζονται τὰς μεταφορὰς ἐπιθέτοις ἐπιφερομένοις, ὅταν αὐτοῖς κινδυνώδεις δοκῶσιν, ὡς ὁ Θέογνις παρατίθεται τῷ τόξῳ φόρμιγγα ἄχορδον ἐπὶ τοῦ τῷ τόξῳ βάλλοντος· ἡ μὲν γὰρ φόρμιγξ κινδυνῶδες ἐπὶ τοῦ τόξου, τῷ δὲ ἀχόρδῳ ἠσφάλισται. Πάντων δὲ καὶ τῶν ἄλλων ἡ συνήθεια καὶ μάλιστα μεταφορῶν διδάσκαλος· μικροῦ γὰρ σχεδὸν πάντα μεταφέρουσα λανθάνει διὰ τὸ ἀσφαλῶς μεταφέρειν, λευκήν τε φωνὴν λέγουσα καὶ ὀξὺν ἄνθρωπον καὶ τραχὺ ἦθος καὶ μακρὸν ῥήτορα καὶ τἄλλα, ὅσα οὕτω μεταφέρεται μουσικῶς, ὥστε ὅμοια δοκεῖν τοῖς κυρίοις. Τοῦτον ἐγὼ κανόνα τίθεμαι τῆς ἐν λόγοις μεταφορᾶς, τὴν τῆς συνηθείας τέχνην εἴτε φύσιν. οὕτω γοῦν ἔνια μετήνεγκεν ἡ συνήθεια καλῶς, ὥστε οὐδὲ κυρίων ἔτι ἐδεήθημεν, ἀλλὰ μεμένηκεν ἡ μεταφορὰ κατέχουσα τὸν τοῦ κυρίου τόπον, ὡς ὁ τῆς ἀμπέλου ὀφθαλμὸς καὶ εἴ τι ἕτερον τοιοῦτον. Σφόνδυλος μέντοι καὶ κλεὶς τὰ ἐπὶ τοῦ σώματος, καὶ κτένες, οὐ κατὰ μεταφορὰν ὠνόμασται, ἀλλὰ καθ̓ ὁμοιότητα διὰ τὸ ἐοικέναι τὸ μὲν κτενὶ μέρος, τὸ δὲ κλειδί, τὸ δὲ σφονδύλῳ. Ἐπὰν μέντοι εἰκασίαν ποιῶμεν τὴν μεταφοράν, ὡς προλέλεκται, στοχαστέον τοῦ συντόμου, καὶ τοῦ μηδὲν πλέον τοῦ ὥσπερ προτιθέναι, ἐπεί τοι ἀντ’ εἰκασίας παραβολὴ ἔσται ποιητική, οἷον τὸ τοῦ Ξενοφῶντος, ὥσπερ δὲ κύων γενναῖος ἀπρονοήτως ἐπὶ κάπρον φέρεται, καὶ ὥσπερ ἵππος λυθεὶς διὰ πεδίου γαυριῶν καὶ ἀπολακτίζων· ταῦτα γὰρ οὐκ εἰκασίαις ἔτι ἔοικεν, ἀλλὰ παραβολαῖς ποιητικαῖς. Τὰς δὲ παραβολὰς ταύτας οὔτε ῥᾳδίως ἐν τοῖς πεζοῖς λόγοις τιθέναι δεῖ, οὔτε ἄνευ πλείστης φυλακῆς. καὶ περὶ μεταφορᾶς μὲν τοσαῦτα ὡς τύπῳ εἰπεῖν. Ληπτέον δὲ καὶ σύνθετα ὀνόματα, οὐ τὰ διθυραμβικῶς συγκείμενα, οἷον θεοτεράτους πλάνας, οὐδὲ ἄστρων δορύπυρον στρατόν, ἀλλ’ ἐοικότα τοῖς ὑπὸ τῆς συνηθείας συγκειμένοις· καθόλου γὰρ ταύτην κανόνα ποιοῦμαι πάσης ὀνομασίας, νομοθέτας λέγουσαν καὶ ἀρχιτέκτονας, καὶ τοιάδε πολλὰ ἕτερα ἀσφαλῶς συντιθεῖσαν.

---

Demetrius of Phaleron, Περὶ ἑρμηνείας, ed. William Rhys Roberts. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0613.tlg001.local001/.
