Ancient Greek
2.92 to 2.98
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 2.92-98
Not analysed yet
Ἕξει μέντοι τὸ σύνθετον ὄνομα ὁμοῦ καὶ ποικιλίαν τινὰ ἐκ τῆς συνθέσεως καὶ μέγεθος, καὶ ἅμα καὶ συντομίαν τινά. ὄνομα γὰρ τεθήσεται ἀντὶ ὅλου τοῦ λόγου, οἷον ἂν τὴν τοῦ σίτου κομιδὴν σιτοπομπίαν λέγῃς· πολὺ γὰρ οὕτω μεῖζον. τάχα δ’ ἂν καὶ λυθέντος ὀνόματος εἰς λόγον ἕτερον τρόπον μεῖζον γένοιτο, οἷον σίτου πομπὴ ἀντὶ σιτοπομπίας. Ὄνομα δ’ ἀντὶ λόγου τίθεται, οἷον ὡς ὁ Ξενοφῶν φησιν ὅτι οὐκ ἦν λαβεῖν ὄνον ἄγριον, εἰ μὴ οἱ ἱππεῖς διαστάντες θηρῷεν διαδεχόμενοι· ὀνόματι, οἷον ὅτι οἱ μὲν ὄπισθεν ἐδίωκον, οἱ δ’ ἀπήντων ὑπελαύνοντες πρόσω, ὥστε τὸν ὄνον ἐν μέσῳ ἀπολαμβάνεσθαι. φυλάττεσθαι μέντοι διπλᾶ τιθέναι τὰ διπλᾶ ὀνόματα· τοῦτο γὰρ ἔξεισι λόγου πεζοῦ τὸ εἶδος. Τὰ δὲ πεποιημένα ὀνόματα ὁρίζονται μὲν τὰ κατὰ μίμησιν ἐκφερόμενα πάθους ἢ πράγματος, οἷον ὡς τὸ σίζε καὶ τὸ λάπτοντες, ποιεῖ δὲ μάλιστα μεγαλοπρέπειαν διὰ τὸ οἷον ψόφοις ἐοικέναι, καὶ μάλιστα τῷ ξένῳ· οὐ γὰρ ὄντα ὀνόματα λέγει, ἀλλὰ τότε γινόμενα, καὶ ἅμα σοφόν τι φαίνεται ὀνόματος καινοῦ γένεσις, οἷον συνηθείας· ἔοικεν γοῦν ὀνοματουργῶν τοῖς πρώτοις θεμένοις τὰ ὀνόματα. Στοχαστέον πρῶτον μὲν τοῦ σαφοῦς ἐν τῷ ποιουμένῳ ὀνόματι καὶ συνήθους, ἔπειτα τῆς ὁμοιότητος πρὸς τὰ κείμενα ὀνόματα, ὡς μὴ φρυγίζειν ἢ σκυθίζειν τις δόξει μεταξὺ Ἑλληνικῶν ὀνομάτων. Ποιητέον μέντοι ἤτοι τὰ μὴ ὠνομασμένα, οἷον ὁ τὰ τύμπανα καὶ τἄλλα τῶν μαλθακῶν ὄργανα κιναιδίας εἰπὼν καὶ Ἀριστοτέλης τὸν ἐλεφαντιστήν· ἢ παρὰ τὰ κείμενα παρονομάζοντα αὐτόν, οἷον ὡς τὸν σκαφίτην τις ἔφη τὸν τὴν σκάφην ἐρέσσοντα, καὶ Ἀριστοτέλης τὸν αὐτίτην οἷον τὸν μόνον αὐτὸν ὄντα. Ξενοφῶν δὲ ἠλέλιξέ φησιν ὁ στρατός, τὴν τοῦ ἐλελεῦ ἀναβόησιν ἣν ἀνεβόα ὁ στρατὸς συνεχῶς παραποιήσας ὀνόματι. ἐπισφαλὲς μέντοι τοὖργον, ὡς ἔφην, καὶ αὐτοῖς τοῖς ποιηταῖς. καὶ τὸ διπλοῦν μέντοι ὄνομα εἶδος ἂν εἴη πεποιημένου ὀνόματος· πᾶν γὰρ τὸ συντιθέμενον ἔκ τινων γέγονεν δηλονότι.