# Περὶ ἑρμηνείας 3.128

Demetrius of Phaleron, Περὶ ἑρμηνείας, Book 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demetrius-of-phaleron/text/3.128

Ὁ γλαφυρὸς λόγος χαριεντισμὸς καὶ ἱλαρὸς λόγος ἐστί. τῶν δὲ χαρίτων αἱ μέν εἰσι μείζονες καὶ σεμνότεραι, αἱ τῶν ποιητῶν, αἱ δὲ εὐτελεῖς μᾶλλον καὶ κωμικώτεραι, σκώμμασιν ἐοικυῖαι, οἷον αἱ Ἀριστοτέλους χάριτες καὶ Σώφρονος καὶ Λυσίου· τὸ γὰρ ἧς ῥᾷον ἄν τις ἀριθμήσειεν τοὺς ὀδόντας ἢ τοὺς δακτύλους, τὸ ἐπὶ τῆς πρεσβύτιδος, καὶ τὸ ὅσας ἄξιος ἦν λαβεῖν πληγάς, τοσαύτας εἴληφεν δραχμάς, οἱ τοιοῦτοι ἀστεϊσμοὶ οὐδὲν διαφέρουσιν σκωμμάτων, οὐδὲ πόρρω γελωτοποιΐας εἰσί.

---

Demetrius of Phaleron, Περὶ ἑρμηνείας, ed. William Rhys Roberts. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0613.tlg001.local001/.
