# Περὶ ἑρμηνείας 3.134-136

Demetrius of Phaleron, Περὶ ἑρμηνείας, 3.134 to 3.136. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demetrius-of-phaleron/text/3.134

Πολλάκις δὲ καὶ τὰ μὲν πράγματα ἀτερπῆ ἐστι φύσει καὶ στυγνά, ὑπὸ δὲ τοῦ λέγοντος γίνεται ἱλαρά. τοῦτο δὲ παρὰ Ξενοφῶντι δοκεῖ πρώτῳ εὑρῆσθαι· λαβὼν γὰρ ἀγέλαστον πρόσωπον καὶ στυγνόν, τὸν Ἀγλαϊτάδαν, τὸν Πέρσην, γέλωτα εὗρεν ἐξ αὐτοῦ χαρίεντα, ὅτι ῥᾷόν ἐστι πῦρ ἐκτρῖψαι ἀπὸ σοῦ ἢ γέλωτα. Αὕτη δέ ἐστι καὶ ἡ δυνατωτάτη χάρις, καὶ μάλιστα ἐν τῷ λέγοντι. τὸ μὲν γὰρ πρᾶγμα καὶ φύσει στυγνὸν ἦν καὶ πολέμιον χάριτι, ὥσπερ καὶ Ἀγλαϊτάδας. ὁ δ’ ὥσπερ ἐνδείκνυται, ὅτι καὶ ἀπὸ τῶν τοιούτων παίζειν ἔστιν, ὡσπερεὶ καὶ ὑπὸ θερμοῦ ψύχεσθαι, θερμαίνεσθαι δὲ ὑπὸ τῶν ψυχρῶν. Ἐπεὶ δὲ τὰ εἴδη τῶν χαρίτων δέδεικται, τίνα ἐστὶ καὶ ἐν τίσιν, νῦν καὶ τοὺς τόπους παραδείξομεν, ἀφ̓ ὧν αἱ χάριτες. ἦσαν δὲ ἡμῖν αἱ μὲν ἐν τῇ λέξει, αἱ δὲ ἐν τοῖς πράγμασιν. παραδείξομεν οὖν καὶ τοὺς τόπους καθ̓ ἑκάτερα· πρώτους δὲ τοὺς τῆς λέξεως.

---

Demetrius of Phaleron, Περὶ ἑρμηνείας, ed. William Rhys Roberts. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0613.tlg001.local001/.
