Ancient Greek
Book 3
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 3.137
Not analysed yet
Εὐθὺς οὖν πρώτη ἐστὶ χάρις ἡ ἐκ συντομίας, ὅταν τὸ αὐτὸ μηκυνόμενον ἄχαρι γένηται, ὑπὸ δὲ τάχους χάριεν, ὥσπερ παρὰ Ξενοφῶντι, τῷ ὄντι τούτῳ οὐδὲν μέτεστι τῆς Ἑλλάδος, ἐπεὶ ἐγὼ αὐτὸν εἶδον, ὡσπερεὶ Λυδόν, ἀμφότερα τὰ ὦτα τετρυπημένον· καὶ εἶχεν οὕτως. τὸ γὰρ ἐπιλεγόμενον τὸ εἶχεν οὕτως ὑπὸ τῆς συντομίας τὴν χάριν ποιεῖ, εἰ δὲ ἐμηκύνθη διὰ πλειόνων, ὅτι ἔλεγεν ταῦτα ἀληθῆ, σαφῶς γὰρ ἐτετρύπητο, διήγημα ἂν ψιλὸν ἐγένετο ἀντὶ χάριτος.