# Περὶ ἑρμηνείας 3.141-147

Demetrius of Phaleron, Περὶ ἑρμηνείας, 3.141 to 3.147. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demetrius-of-phaleron/text/3.141

Χαριεντίζεται δέ ποτε καὶ ἐξ ἀναφορᾶς, ὡς ἐπὶ τοῦ Ἑσπέρου, Ἕσπερε, πάντα φέρεις, φησί, φέρεις ὄϊν, φέρεις αἶγα, φέρεις ματέρι παῖδα. καὶ γὰρ ἐνταῦθα ἡ χάρις ἐστὶν ἐκ τῆς λέξεως τῆς φέρεις ἐπὶ τὸ αὐτὸ ἀναφερομένης. Πολλὰς δ’ ἄν τις καὶ ἄλλας ἐκφέροι χάριτας. γίγνονται δὲ καὶ ἀπὸ λέξεως χάριτες ἢ ἐκ μεταφορᾶς, ὡς ἐπὶ τοῦ τέττιγος, πτερύγων δ’ ὑποκακχέει λιγυρὰν ἀοιδάν, ὅ τι ποτ’ ἂν φλόγιον καθέταν ἐπιπτάμενον καταυλεῖ· ἢ ἐκ συνθέτου ὀνόματος καὶ διθυραμβικοῦ, δέσποτα Πλούτων μελανοπτερύγων, τουτὶ δεινὸν πρὸ πτερύγων αὐτὸ ποίησον. ἃ μάλιστα δὴ κωμῳδικὰ παίγνιά ἐστι καὶ σατυρικά. Καὶ ἐξ ἰδιωτικοῦ δὲ ὀνόματος γίγνεται, ὡς ὁ Ἀριστοτέλης, ὅσῳ γάρ, φησί, μονώτης εἰμί, φιλομυθότερος γέγονα. καὶ ἐκ πεποιημένου, ὡς ὁ αὐτὸς ἐν τῷ αὐτῷ, ὅσῳ γὰρ αὐτίτης καὶ μονώτης εἰμί, φιλομυθότερος γέγονα. τὸ μὲν γὰρ μονώτης ἰδιωτικωτέρου ἔθους ἤδη ἐστί, τὸ δὲ αὐτίτης πεποιημένον ἐκ τοῦ αὐτός. Πολλὰ δὲ ὀνόματα καὶ παρὰ τὴν θέσιν τὴν ἐπί τινος χαρίεντά ἐστιν, οἷον ὁ γὰρ ὄρνις οὗτος κόλαξ ἐστὶ καὶ κόβαλος. ἐνταῦθα ἡ χάρις ἀπὸ τοῦ σκῶψαι τὸν ὄρνιν καθάπερ ἄνθρωπον, καὶ ὅτι τὰ μὴ συνήθη ἔθετο ὀνόματα τῷ ὄρνιθι. αἱ μὲν οὖν τοιαῦται χάριτες παῤ αὐτὰς τὰς λέξεις. Ἐκ δὲ παραβολῆς καὶ ἐπὶ τοῦ ἐξέχοντος ἀνδρὸς ἡ Σαπφώ φησι, πέρροχος ὡς ὅτ’ ἀοιδὸς ὁ Λέσβιος ἀλλοδαποῖσιν. ἐνταῦθα γὰρ χάριν ἐποίησεν ἡ παραβολὴ μᾶλλον ἢ μέγεθος, καίτοι ἐξῆν εἰπεῖν πέρροχος ὥσπερ ἡ σελήνη τῶν ἄλλων ἄστρων, ἢ ὁ ἥλιος ὁ λαμπρότερος, ἢ ὅσα ἄλλα ἐστὶ ποιητικώτερα. Σώφρων δὲ καὶ αὐτὸς ἐπὶ τοῦ ὁμοίου εἴδους φησί, θᾶσαι, ὅσα φύλλα καὶ κάρφεα τοὶ παῖδες τοὺς ἄνδρας βαλλίζοντι, οἷόν περ φαντί, φίλα, τοὺς Τρῶας τὸν Αἴαντα τῷ παλῷ. καὶ γὰρ ἐνταῦθα ἐπίχαρις ἡ παραβολή ἐστι, καὶ τοὺς Τρῶας διαπαίζουσα ὥσπερ παῖδας.

---

Demetrius of Phaleron, Περὶ ἑρμηνείας, ed. William Rhys Roberts. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0613.tlg001.local001/.
