# Περὶ ἑρμηνείας 3.148-150

Demetrius of Phaleron, Περὶ ἑρμηνείας, 3.148 to 3.150. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demetrius-of-phaleron/text/3.148

Ἔστι δέ τις ἰδίως χάρις Σαπφικὴ ἐκ μεταβολῆς, ὅταν τι εἰποῦσα μεταβάλληται καὶ ὥσπερ μετανοήσῃ, οἷον ὕψου δή, φησί, τὸ μέλαθρον ἀέρατε τέκτονες· γαμβρὸς εἰσέρχεται ἶσος Ἄρηϊ, ἀνδρὸς μεγάλου πολλῷ μείζων, ὥσπερ ἐπιλαμβανομένη ἑαυτῆς, ὅτι ἀδυνάτῳ ἐχρήσατο ὑπερβολῇ, καὶ ὅτι οὐδεὶς τῷ Ἄρηϊ ἴσος ἐστίν. Τοῦ δὲ αὐτοῦ εἴδους καὶ τὸ παρὰ Τηλεμάχῳ, ὅτι δύο κύνες δεδέατο πρὸ τῆς αὐλῆς, καὶ δύναμαι καὶ τὰ ὀνόματα εἰπεῖν τῶν κυνῶν. ἀλλὰ τί ἄν μοι βούλοιτο τὰ ὀνόματα ταῦτα; καὶ γὰρ οὗτος μεταβαλλόμενος μεταξὺ ἠστεΐσατο καὶ ἀποσιγήσας τὰ ὀνόματα. Καὶ ἀπὸ στίχου δὲ ἀλλοτρίου γίνεται χάρις, ὡς ὁ Ἀριστοφάνης σκώπτων που τὸν Δία, ὅτι οὐ κεραυνοῖ τοὺς πονηρούς, φησίν, ἀλλὰ τὸν ἑαυτοῦ νεὼ βάλλει, καὶ Σούνιον ἄκρον Ἀθηνῶν. ὥσπερ γοῦν οὐκέτι ὁ Ζεὺς κωμῳδεῖσθαι δοκεῖ, ἀλλ᾽ Ὅμηρος καὶ ὁ στίχος ὁ Ὁμηρικός, καὶ ἀπὸ τούτου πλείων ἐστὶν ἡ χάρις.

---

Demetrius of Phaleron, Περὶ ἑρμηνείας, ed. William Rhys Roberts. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0613.tlg001.local001/.
