# Περὶ ἑρμηνείας 3.157-163

Demetrius of Phaleron, Περὶ ἑρμηνείας, 3.157 to 3.163. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demetrius-of-phaleron/text/3.157

Καὶ μῦθος δὲ λαμβανόμενος καιρίως εὔχαρίς ἐστιν, ἤτοι ὁ κείμενος, ὡς ὁ Ἀριστοτέλης ἐπὶ τοῦ ἀετοῦ φησιν, ὅτι λιμῷ θνήσκει ἐπικάμπτων τὸ ῥάμφος· πάσχει δὲ αὐτό, ὅτι ἄνθρωπος ὤν ποτε ἠδίκησεν ξένον. ὁ μὲν οὖν τῷ κειμένῳ μύθῳ κέχρηται καὶ κοινῷ. Πολλοὺς δὲ καὶ προσπλάσσομεν προσφόρους καὶ οἰκείους τοῖς πράγμασιν, ὥσπερ τις περὶ αἰλούρου λέγων, ὅτι συμφθίνει τῇ σελήνῃ ὁ αἴλουρος καὶ συμπαχύνεται, προσέπλασεν, ὅτι ἔνθεν καὶ ὁ μῦθός ἐστιν, ὡς ἡ σελήνη ἔτεκεν τὸν αἴλουρον· οὐ γὰρ μόνον κατ’ αὐτὴν τὴν πλάσιν ἔσται ἡ χάρις, ἀλλὰ καὶ ὁ μῦθος ἐμφαίνει χάριέν τι, αἴλουρον ποιῶν σελήνης παῖδα. Πολλάκις δὲ καὶ ἐκ φόβου ἀλλασσομένου γίνεται χάρις, ὅταν διακενῆς τις φοβηθῇ, οἷον τὸν ἱμάντα ὡς ὄφιν ἢ τὸν κρίβανον ὡς χάσμα τῆς γῆς, ἅπερ καὶ αὐτὰ κωμῳδικώτερά ἐστιν. Καὶ εἰκασίαι δ’ εἰσὶν εὐχάριτες, ἂν τὸν ἀλεκτρυόνα Μήδῳ εἰκάσῃς, ὅτι τὴν κυρβασίαν ὀρθὴν φέρει· βασιλεῖ δέ, ὅτι πορφύρεός ἐστιν, ἢ ὅτι βοήσαντος ἀλεκτρυόνος ἀναπηδῶμεν, ὥσπερ καὶ βασιλέως βοήσαντος, καὶ φοβούμεθα. Ἐκ δὲ ὑπερβολῶν χάριτες μάλιστα αἱ ἐν ταῖς κωμῳδίαις, πᾶσα δὲ ὑπερβολὴ ἀδύνατος, ὡς Ἀριστοφάνης ἐπὶ τῆς ἀπληστίας τῶν Περσῶν φησιν, ὅτι ὤπτουν βοῦς κριβανίτας ἀντὶ ἄρτων. ἐπὶ δὲ τῶν Θρᾳκῶν ἕτερος, ὅτι Μηδόκης ὁ βασιλεὺς βοῦν ἔφερεν ὅλον ἐν γνάθῳ. Τοῦ δὲ αὐτοῦ εἴδους καὶ τὰ τοιαῦτά ἐστιν, ὑγιέστερος κολοκύντης, καὶ φαλακρότερος εὐδίας, καὶ τὰ Σαπφικὰ πολὺ πακτίδος ἁδυμελεστέρα, χρυσοῦ χρυσοτέρα. πᾶσαι γὰρ αἱ τοιαῦται χάριτες ἐκ τῶν ὑπερβολῶν εὕρηνται. Διαφέρουσι δὲ τὸ γελοῖον καὶ εὔχαρι πρῶτα μὲν τῇ ὕλῃ· χαρίτων μὲν γὰρ ὕλη νυμφαῖοι κῆποι, ἔρωτες, ἅπερ οὐ γελᾶται· γέλωτος δὲ Ἶρος καὶ Θερσίτης. τοσοῦτον οὖν διοίσουσιν, ὅσον ὁ Θερσίτης τοῦ Ἔρωτος.

---

Demetrius of Phaleron, Περὶ ἑρμηνείας, ed. William Rhys Roberts. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0613.tlg001.local001/.
