# Περὶ ἑρμηνείας 3.171-176

Demetrius of Phaleron, Περὶ ἑρμηνείας, 3.171 to 3.176. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/demetrius-of-phaleron/text/3.171

Ἔστι δὲ καὶ τοῦ ἤθους τις ἔμφασις ἐκ τῶν γελοίων καὶ ἢ παιγνίας ἢ ἀκολασίας, ὡς καὶ τὸν οἶνον τὸν προχυθέντα ἐπισχών τις Πηλέα ἀντὶ Οἰνέως. ἡ γὰρ ἀντίθεσις ἡ περὶ τὰ ὀνόματα καὶ ἡ φροντὶς ἐμφαίνει τινὰ ψυχρότητα ἤθους καὶ ἀναγωγίαν. Περὶ δὲ σκωμμάτων μέν, οἷον εἰκασία τις ἐστιν· ἡ γὰρ ἀντίθεσις εὐτράπελος. χρήσονταί τε ταῖς τοιαύταις εἰκασίαις, ὡς Αἰγυπτία κληματίς, μακρὸν καὶ μέλανα, καὶ τὸ θαλάσσιον πρόβατον, τὸν μῶρον τὸν ἐν τῇ θαλάσσῃ. τοῖς μὲν τοιούτοις χρήσονται· εἰ δὲ μή, φευξόμεθα τὰ σκώμματα ὥσπερ λοιδορίας. Ποιεῖ δὲ εὔχαριν τὴν ἑρμηνείαν καὶ τὰ λεγόμενα καλὰ ὀνόματα. ὡρίσατο δ’ αὐτὰ Θεόφραστος οὕτως, κάλλος ὀνόματός ἐστι τὸ πρὸς τὴν ἀκοὴν ἢ πρὸς τὴν ὄψιν ἡδύ, ἢ τὸ τῇ διανοίᾳ ἔντιμον. Πρὸς μὲν τὴν ὄψιν ἡδέα τὰ τοιαῦτα, ῥοδόχροον, ἀνθοφόρου χρόας. ὅσα γὰρ ὁρᾶται ἡδέως, ταῦτα καὶ λεγόμενα καλά ἐστι. πρὸς δὲ τὴν ἀκοὴν Καλλίστρατος, Ἀννοῶν. ἥ τε γὰρ τῶν λάμβδα σύγκρουσις ἠχῶδές τι ἔχει, καὶ ἡ τῶν νῦ γραμμάτων. Καὶ ὅλως τὸ νῦ δι’ εὐφωνίαν ἐφέλκονται οἱ Ἀττικοὶ Δημοσθένην λέγοντες καὶ Σωκράτην. τῇ διανοίᾳ δὲ ἔντιμα τὰ τοιαῦτά ἐστιν, οἷον τὸ ἀρχαῖοι ἀντὶ τοῦ παλαιοὶ ἐντιμότερον· οἱ γὰρ ἀρχαῖοι ἄνδρες ἐντιμότεροι. Παρὰ δὲ τοῖς μουσικοῖς λέγεταί τι ὄνομα λεῖον, καὶ ἕτερον τὸ τραχύ, καὶ ἄλλο εὐπαγές, καὶ ἄλλ’ ὀγκηρόν. λεῖον μὲν οὖν ἐστιν ὄνομα τὸ διὰ φωνηέντων ἢ πάντων ἢ διὰ πλειόνων, οἷον Αἴας, τραχὺ δὲ οἷον βέβρωκεν· καὶ αὐτὸ δὲ τοῦτο τὸ τραχὺ ὄνομα κατὰ μίμησιν ἐξενήνεκται ἑαυτοῦ. εὐπαγὲς δὲ ἐπαμφοτερίζον καὶ μεμιγμένον ἴσως τοῖς γράμμασιν.

---

Demetrius of Phaleron, Περὶ ἑρμηνείας, ed. William Rhys Roberts. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0613.tlg001.local001/.
